monumenta.ch > Gregorius Magnus > sectio 25
Word Selection for Searching
Report an Error in this Sectio Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 2, 25
Ἐν τῇ προμνημονευθείσῃ τῆς Σαμνίας χώρας ὁ αὐτὸς εὐλαβέστατος ἀνὴρ Λιβερτῖνος διὰ τὴν τοῦ μοναστηρίου χρείαν ἐν ὁδῷ ἐβάδιζεν. Δαρδᾶς γοῦν ὁ τῶν Γότθων κόμης, μετὰ στρατοῦ τῷ δούλω τοῦ Θεοῦ ὑπάντησεν, καὶ ἐκ τῶν ἀνθρώπων αὐτοῦ τινες, τοῦτον ἐκ τοῦ ἵππου ἐν ᾧ ἐκαθέζετο κατεάξαντες, τὸν ἵππον ἀφείλαντο· ὅς τις προθύμως τὴν τοῦ ἀφαιρεθέντος ἵππου ζημίαν ὑπενέγκας, καὶ τὸ φλαγέλλιον ὅπερ ἐκράτει, τούτοις δέδωκεν, εἰπών· Λάβετε, ἵνα ἔχητε πῶς τὸ κτῆνος τοῦτο ἐλάσαι.