monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 2, 25
Ἐν τῇ προμνημονευθείσῃ τῆς Σαμνίας χώρας αὐτὸς εὐλαβέστατος ἀνὴρ Λιβερτῖνος διὰ τὴν τοῦ μοναστηρίου χρείαν ἐν ὁδῷ ἐβάδιζεν. Δαρδᾶς γοῦν τῶν Γότθων κόμης, μετὰ στρατοῦ τῷ δούλω τοῦ Θεοῦ ὑπάντησεν, καὶ ἐκ τῶν ἀνθρώπων αὐτοῦ τινες, τοῦτον ἐκ τοῦ ἵππου ἐν ᾧ ἐκαθέζετο κατεάξαντες, τὸν ἵππον ἀφείλαντο· ὅς τις προθύμως τὴν τοῦ ἀφαιρεθέντος ἵππου ζημίαν ὑπενέγκας, καὶ τὸ φλαγέλλιον ὅπερ ἐκράτει, τούτοις δέδωκεν, εἰπών· Λάβετε, ἵνα ἔχητε πῶς τὸ κτῆνος τοῦτο ἐλάσαι.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below