monumenta.ch > Gregorius Magnus > sectio 14

Word Selection for Searching

Report an Error in this Sectio     Magnify Greek
Gregorius Magnus, Dialogi, 1, 0, 14
Μίᾳ τῶν ἡμερῶν σφοδραῖς τισιν ἀνάγκαις κοσμικαῖς βαρηθεὶς, ἐξ ὧν ἐν ταῖς αὐταῖς πραγματείαις ἐκλύεσθαι ἐκ παντὸς ἀναγκαζόμεθα, ὅπερ τοῦτο ἐν ἡμῖν τὸ σύνολον εἶναι οὐκ ὀφείλει, ᾐτησάμην ἐμαυτῷ ἡσυχάζον· τά τινα τόπον φίλον τῆς λύπης, ἐν ᾧ τόπω ἅπαντα τὰ τῇ ἐμῇ ἀπαρέσκοντα φροντίδι, αὐτά μοι φανερῶς ἐπεδεικνύοντο, καὶ πάντα τὸν πόνον ἐκθλίβειν εἰώθασιν, ἐνώπιον τῶν ἐμῶν ὀφθαλμῶν εὐκόλως παρίσταντο.