Ἀγρότα, σὺν ποίμναις τὸ μεσημβρινὸν ἤν σε βαρύνηι δίψος ἀν ἐσχατιὰς Κλείτορος ἐρχόμενον τᾶς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα καὶ παρὰ νύμφαις ὑδριάσιν στῆσον πᾶν τὸ σὸν αἰπόλιον· ἀλλὰ σὺ μήτ ἐπὶ λουτρὰ βάληις χροί, μή σε καὶ αὔρη πη<μή>νηι <τερπνῆς> ἐντὸς ἐόντα μέθης· φεῦγε δὲ τὴν πηγὴν μεισάμπελον, ἔνθα Μελάμπους λυσάμενος λύσσης Προιτίδας ἀρτεμέας πάντα καθαρμὸν ἔκοψεν ἀπόκρυφον <εὖτ ἄρ ἀπ Ἄργους οὔρεα τρηχείης ἤλυθεν Ἀρκαδίης>. |
ἡδεῖα ψυχροῦ πόματος λιβάς, ἣν ἀναβάλλει <πηγή, ἀλλὰ νόωι> πέτρος ὁ τήνδε πιών. |
ὕδατα κρανάεντα βλέπεις, ξένε, τῶν ἄπο χερσὶν λουτρὰ μὲν ἀνθρώποι<ς ἀβλαβῆ ἔστιν ἔχειν> ἢν δέ λάβηις κοίλου βοτανήδεος ἀγλαὸν ὕδωρ <ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος,> αὐτῆμαρ πριστῆρες ἐ<πὶ χθονὶ δαιτὸς ὀδόντες> πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἕδη. |