monumenta.ch > Gregorius Magnus > G > 8G > 7L > 9G > 6G
Gregorius Magnus, Dialogi, 2, V_L De aqua viri Dei oratione in montis vertice ex petra producta. <<<     >>> VI_L De ferro ex profundo aquae ad manubrium reverso.

Gregorius Magnus, Dialogi, 2, CAPUT VI_G ΚΕΦΑΛ. ς′. Περὶ τοῦ ἐκπεσόντος ἐν τῇ λίμνῃ σιδηροῦ ἐργαλείου.

1 Ἄλλοτε πάλιν ἀνήρ τις τῷ μὲν γένει Γότθος, πτωχὂς δὲ τῷ πνεύματι, ἐν ἐπιστροφῇ μετανοίας πρὸς τὸν ἡγιασμένον Βενέδικτον παρεγένετο, ὃν ὁ ἄνθρωπος τοῦ Θεοῦ προθύμως ὑπεδέξατο. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκέλευσεν ὁ ἅγιός τινι τῶν ἀδελφῶν δοῦναι αὐτῷ σιδηροῦν ἐργαλεῖον, ὅπερ ἐπιχωρίως ὀνομάζεται ξυλοκόπιν πρὸς τὸ ἐκκαθάραι ἀκανθώδη καὶ φρυγανώδη τόπον, εἴ πως δυνηθῶσι γεωργῆσαι κῆπον τοῖς ἀδελφοῖς· ὁ δὲ τόπος ἐκεῖνος, ὃν ἐπὶ τῷ καθάραι Γότθος ἐδέξατο, ὑπεράνωθεν τοῦ λάκκου ἦν· ἡνίκα δὲ ὁ Γότθος τὰ τῶν ἀκανθῶν δάση, τῇ τοῦ πατρὸς πειθόμενος ὑπακοῇ, δυνάμει ἐξέκοπτε, τὸ σιδηροῦν ἐργαλεἳον ἐκ τοῦ συμβεβηκότος ἐν τοιούτω βάθει τοῦ λάκκου πέπτωκεν, ἐν ᾧ οὐκ ἦν προσδοκία τῆς εὑρέσεως αὐτοῦ.
2 Ὁ δὲ προῤῥηθεὶς Γότθος πρὸς Μαῦρον τὸν μοναχὸν ἔδραμεν, καὶ τὸ συμβὰν ἀνήγγειλεν αὐτῷ, καὶ ὑπὲρ τοῦ σφάλματος μετάνοιαν ἐξῃτεῖτο. Ὁ δὲ μοναχὸς Μαῦρος σπουδαίως τὸ γεγονὸς ἀνήγγειλε τῷ ἀνθρώπω τοῦ Θεοῦ.
3 Ὁ δὲ θαυματουργὸς οὗτος ἀνὴρ ταῦτα ἀκούσας, ἦλθεν εἰς τὸν τόπον ἐν ᾧ ἦν πεσὸν τὸ σιδήριον, καὶ ἄρας τὸ μανούβριον ἐκ τῶν τοῦ Γότθου χειρῶν, καὶ τούτου τὸ μέρος ἐν ᾧ ἧν καθηλωμένον τὸ ἐργαλεῖον ἐν τῷ λάκκω χαλάσας, εὐθέως ἐκ τοῦ βυθοῦ τοῦ ὕδατος τὸ ἐργαλεῖον ἀνελθὸν, εἰσῆλθεν ἐν τῷ ἑαυτοῦ τόπω.
4 Ὅπερ ἀκανθοκόπον ἐργαλεῖον ἀπέδωκεν ὁ ἅγιος τῷ Γότθω, εἰπών· «Ἰδοὺ τὸ ἐργαλεῖον, δεξάμενος τοῦτο, ἐργάζου, καὶ μηδὲν λυπηθῇς
Gregorius Magnus HOME

bsb42114.79 csg213.38 csg214.24

Gregorius Magnus, Dialogi, 2, V_L De aqua viri Dei oratione in montis vertice ex petra producta. <<<     >>> VI_L De ferro ex profundo aquae ad manubrium reverso.
monumenta.ch > Gregorius Magnus > G > 8G > 7L > 9G > 6G