monumenta.ch > Gregorius Magnus > 38G
Gregorius Magnus, Dialogi, 2, XXXVII_L De prophetia sui exitus fratribus denuntiata. <<<     >>> XXXVIII_L De insana muliere in eius specu sanata.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXXVIII_G ΚΕΦΑΛ. ΛΗ′. Περὶ ἰαθείσης γυναικὸς διὰ προσευχῆς τοῦ ἁγίου.

1 Ὅπερ γὰρ διηγοῦμαι πρᾶγμα ἀρτίως αὐτόθι γέγονε. Γυνή τις τῶν κατὰ φύσιν ἐκστᾶσα φρενῶν, ἐν ὄρεσι καὶ κοιλάσιν, ὕλαις τε καὶ πεδίοις νύκτωρ τε καὶ μεθ᾽ [Reg., τῶν σημείων.] ἡμέραν πλαζομένη ἐπλανᾶτο.
2 Ἐκεῖ δὲ καὶ μόνον ἀνεκλίνετο, ἔνθα ταύτην ἀτονία καθεύδειν ἠνάγκαζεν. Ἐν μιᾷ οὖν ἡμέρᾳ [Colb., πλατύνεσθαι.] ἡνίκα κατὰ τὴν ἔρημον ἐπλανᾶτο, ἐν τῷ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου σπηλαίω ὁδηγηθεῖσα, ἀγνοοῦσα εἰσῆλθε καὶ ἔμεινεν, πρωΐας δὲ γενομένης οὕτως ὑγιὴς τῷ φρονήματι ἐξῆλθεν, ὡς ὄτε οὐδεμίαν βλάβην φρενῶν ποτε ὑπέμεῖνεν.
3 Ἥτις ἐν παντὶ χρόνω τῆς ζωῆς αὐτῆς ἐν τῇ δωρηθείσῃ αὐτῇ ὑγείᾳ διέμεινεν.
4 ΠΕΤΡ. Τί τοῦτο εἶναι λέγομεν, ὅπερ ἐν τοῖς τῶν ἁγίων μαρτύρων λειψάνοις θεωροῦμεν γινὸμενον; πλεῖον γὰρ, σχεδὸν εἰπεῖν, θαυματουργίαι ἐπιτελοῦνται ἐν τοῖς εὐκτηρίοις, ἐν οἷς λείψανα ἐπ᾽ ὀνόματι αὐτῶν κατατίθενται, ἤπερ ἐν ᾧ τὰ τούτων κατάκεινται σώματα.
5 Πληρεστάτως μὲν οὖν κᾀκεῖ τὴν τοῦ Θεοῦ χάριν εἶναι πιστεύομεν, ὡς καὶ ἐν τοῖς ἁγίοις αὐτῶν σώμασιν· ἐκεῖ δὲ μᾶλλον μεγὰλα σημεῖα ἐπιδεικνύουσιν, ἔνθα ὅλω τῷ σώματι οὐ κατάκεινται.
6 ΓΡΗΓΟΡ. Ἔνθα τὰ τῶν ἁγίων μαρτύρων σώματα κεῖνται, δισταγμὸς, Πέτρε, οὐκ ἔστιν, ὅτι πολλὰ σημεῖα δύνανται ἐπιδεῖξαι, ὥσπερ καὶ ποιοῦσιν. Τοῖς γὰρ καθαρῷ τῷ λογισμῷ προσερχομένοις, ἀμέτρητα θαύματα ἐπιδεικνύουσι.
7 Διὰ δὲ τὸ ἐν δισταγμῷ ὑπάρχειν τοὺς [Uterque Cod., σεμνὸς ὑπῆρχεν] ἀσθενέστερον τῷ λογισμῷ διακειμένους, ὡς μὴ παρεῖναι τοὺς ἁγίους ἔνθα τὰ αὐτῶν ὁλικῶς οὐ κατάκεινται σώματα, καὶ ὡς ἐκ τούτου τοὺς προσερχομένους μὴ εἰσακούεσθαι, ἐκεῖ μᾶλλον αὐτοὺς ἀναγκαῖόν ἐστι μεγάλα σημεῖα ἐπιδεῖξαι, ἔνθα περὶ τῆς αὐτῶν παρουσίας ἀσθενὴς λογισμὸς διστάζει.
8 Ὧν δὲ νοῦς ἡδραιωμένος ἐν τῷ Θεῷ ὑπάρχει, οὗτοι ἐν τῷ τῆς πίστεως ἀξιώματι ὅντες, γινώσκουσιν ὄτι εἰ καὶ μὴ κεῖνται αὐτῶν ἐκεῖσε τὰ σώματα, πλὴν ὅμως τοῦ ταῖς εὐχαῖς εἰσακούειν μὴ ἀπολιμπάνεσθαι αὐτοὺς.
9 Ὅθεν τοίνυν καὶ αὐτὴ ἀλήθεια κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἵνα πίστιν τοῖς μαθηταῖς προσθῇ εἶπεν· «Εἰ μὴ ἐγὼ ἀπέλθω, παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς.» Φανερὸν [Iidem, σεμνὸν καὶ ἄμορφον; error videtur.] οὖν ὑπάρχει, ὅτι τὸ παράκλητον πνεῦμα ἐκ τοῦ πατρὸς προέρχεται, καὶ ἐν τῷ Υἱῷ διαμένει.
10 Τίνος οὖν χάριν ἑαυτὸν υἱὸς πορευθῆναι λέγει, ἵνα ἐκεῖνος ἔλθῃ ὅστις οὐδέποτε ἀπ᾽ αὐτοῦ ἐχωρίσθη; Οἱ μαθηταὶ ἐν σαρκὶ τὸν κύριον ὁρῶντες, τοῖς σωματικοῖς ὀφθαλμοῖς τοῦτον πάντοτε θεωρεῖν ἐπεθύμουν.
11 Ὀρθῶς οὖν αὐτοῖς ἐῤῥέθη· «Εἰ μὴ ἐγὼ ἀπέλθω, παράκλητος οὐκ ἔρχεται·» τουτέστιν, Εἰ μὴ τὸ σῶμα ἀποκρύψω, τί ἐστιν τοῦ πνεύματος πόθος οὐ δεικνύω, καὶ εἰ μὴ ἐμὲ καταλείψητε σωματικῶς θεωρεῖν, οὐδέποτε μανθάνετε πνευματικῶς με ἀγαπᾷν.
12 ΠΕΤΡ. Ἀρέσκει λέγεις.
13 ΓΡΗΓΟΡ. Ὀλίγον λοιπὸν ἐκ τῆς συντυχίας παυσώμεθα, ἵνα ἐὰν εἰς τὰ τῶν λοιπῶν θαὺματα τὸν λόγον ἐν τῇ διηγήσει παρεκτείνωμεν, δύναμιν τοῦ λέγειν διὰ τῆς σιγήσεως ἀνακαινίσωμεν.
Gregorius Magnus HOME

bsb42114.120 csg213.60 csg214.52

Gregorius Magnus, Dialogi, 2, XXXVII_L De prophetia sui exitus fratribus denuntiata. <<<     >>> XXXVIII_L De insana muliere in eius specu sanata.
monumenta.ch > Gregorius Magnus > 38G