Gregorius Magnus, Dialogi, 2, CAPUT XXXVII_G ΚΕΦΑΛ. ΛΖ′. Περὶ τῆς ἑαυτοῦ ἐξόδου, ἣν τοῖς ἀδελφοῖς προείρηκεν.
1 | Ἐν τῷ χρόνω ἐν ᾧ ἤμελλεν ὁ ἀοίδιμος οὗτος ἀνὴρ ἐκ ταύτης τῆς προσκαίρου ζωῆς ἐκδημεῖν , τοῖς συνοῦσιν αὑτῷ μαθηταῖς αὐτοῦ, καὶ τοῖς ἐκ μήκους οἰκοῦσι τῆς ἁγίας αὐτοῦ τελευτῆς τὴν ἡμέραν ἐμήνυσε. |
2 | Καὶ τοῖς μὲν παροῦσι διεμαρτύρετο λέγων, μυστικῶς ἐν ἑαυτοῖς κατέχειν τὰ ἐν τοῖς ὠσὶν αὐτῶν ἀκουσθέντα· τοῖς δὲ ἀποῦσιν ἐμήνυσε ὁποῖον αὐτοῖς σημεῖον γενήσεται, ὅτε ἡ ψυχὴ αὐτοῦ ἐκ τοῦ σώματος μέλλει ἐξιέναι. |
3 | Πρὸ οὖν ἕκτης ἡμέρας τῆς αὐτοῦ παντίμου τελευτῆς, ἀνεωχθῆναι τὸ ἑαυτοῦ μνημεῖον ἐκέλευσε, καὶ εὐθέως πυρετῷ σφοδροτάτω περιπεσὼν, τῇ ὑπερβολῇ τῆς ἐκκαύσεως λοιπὸν αἱ τῆς ψυχῆς δυνάμεις ἐλεπτύνοντο. |
4 | Ὁρῶν δὲ ἑαυτὸν καθ᾽ ἑκάστηυ ἡμέραν, ὡς εἰπεῖν, ἐκ τοῦ λαβρωτάτου πυρετοῦ ἐκλιμπάνοντα, τῇ ἕκτῃ ἡμέρᾳ βασταχθῆναι ἑαυτὸν ὑπὸ τῶν μαθητῶν καὶ ἐν τῷ εὐκτηρίω ἀπενεχθῆναι πεποίηκεν. |
5 | Ἐκεῖ οὖν τὴν ἑαυτοῦ ἔξοδον τῇ ὑποδοχῇ τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἐστήριξε, καὶ ἐν μέσω τῶν μαθητῶν ἑστὼς, ταῖς αὐτῶν χερσὶ τὰ ἀδύνατα μέλη ὑποστηριζόμενος, ὑψώσας ἐν τῷ οὐρανῷ τὰς χεῖρας, ἔστη κατὰ ἀνατολὰς, καὶ τὴν ἡγιασμένην καὶ καθαρωτάτην αὐτοῦ ψυχὴν σὺν τῇ προσευχῇ εἰς οὐρανοὺς ἀνεσφαίρισεν . Ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ δυσὶν ἀδελφοῖς, τῷ μὲν ἐνὶ ἐν τῷ ἑαυτοῦ κελλίω ἡσυχάζοντι, τῷ δὲ ἑτέρω μήκοθεν οἰκοῦντι, ἀποκάλυψις μία καὶ ἐφάμιλλος ἐφάνη. |
6 | Εἶδον τοίνυν ἑκάτεροι, καὶ ἰδοὺ ὁδὸς ἀπὸ τοῦ κελλίου αὐτοῦ μέχρι τοῦ οὐρανοῦ παρατεινομένeegr;, ἐκ σηρικῶν ἱματίων ὅλη ἐστρωμένη, καὶ λαμπάδες ἀμέτρητοι ἐν αὐτῇ κατὰ ἀνατολὰς ἐνορδίνως καιόμεναι. |
7 | Καὶ ἰδοὺ ἀνὴρ εὐσχήμων, καὶ φαιδρὸς τῷ σχήματι ὑπεράνωθεν ἑστὼς ἠρώτα τούτους, λέγων· «Τίνος ἐστὶν ἡ ὁδὸς αὕτη, ἣν κατανοεῖτε θαυμάζοντες;» αὐτῶν δὲ ἀγνοεῖν ὁμολογησάντων, ἔφη πρὸς αὐτούς· «Αὕτη ἐστὶν ἡ ὁδὸς, δι᾽ ἧς ὁ τοῦ Θεοῦ ἀγαπητὸς Βενέδικτος ἐν τῷ οὐρανῷ ἀνέρχεται. |
8 | » Τότε οὖν συνῆκαν τὴν τοῦ ἁγίου ἀνδρὸς τελείωσιν. Καθάπερ γὰρ οἱ παρόντες μαθηταὶ ἐθεάσαντο, ὁμοίως καὶ οἱ ἀπόντες διέγνωσαν ἐκ τοῦ προλεχθέντος αὐτοῖς σημείου. Ἐτάφη δὲ τὸ ἡγιασμένον αὐτοῦ σῶμα ἐν τῷ εὐκτηρίω τοῦ μακαρίου Ἰωάννου τοῦ Βαπτιστοῦ, ἐν ᾧπερ τὸν Ἀπόλλωνος βωμὸν κατέστρεψεν, καὶ τὸν εὐκτήριον οἶκον τοῦ προδρόμου συνεστήσατο. |
9 | Ἐν τῷ σπηλαίω τῷ ὑπὸ τὸν λάκκον, ἐν ᾧ τὸ πρὶν κατῴκησεν, ἕως τοῦ παρόντος, ἐὰν μετὰ πίστεως οἱ αἰτούμενοι προσέρχονται, μεγίστη θαυμάτων χάρις διαλάμπει. |