1 | ΓΡΗΓΟΡΙΟΣ. Ἡδέως, Πέτρε, ἔτι περί τοῦ σεβασμίου τούτου ἀνδρὸς πολλὰ διηγούμην, ἀλλὰ σπουδῇ τὰ μὲν τῶν αὐτοῦ παρατρέχω, διὰ τὸ εἰς τὰ τῶν ἄλλων πεπραγμένα με σπεύδειν· τοῦτο [Uterque Cod., μεμαθήκασιν. (Sic.)] δέ σε ἀγνοεῖν οὐ θέλω, ὅτι σὺν τοῖς θαύμασι, δι᾽ ὧν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ κόσμω ἐδοξάσθη, καὶ διδασκαλίᾳ λόγου οὐ μετρίως διέλαμψε Διετυπώσατο γὰρ τοὺς τῶν μοναχῶν κανόνας διακρίσει ἐξαιρέτω καὶ λόγω φωτοειδεῖ. |
2 | Οὗτινος ἐάν τις θελήσειεν ἀκριβῶς τά τε ἔθη καὶ τὴν πολιτείαν καταμαθεῖν, δύναται ἐν τῇ αὐτῇ συγγραφῇ τοῦ κανόνος πᾶσαν τὴν τῆς διδαχῆς αὐτοῦ διαγωγὴν ἐπιγνῶναι. Ὁ γὰρ ἅγιος ἐκεῖνος ἀνὴρ οὐδαμῶς ἠδυνήθη ἄλλως πως διδάξαι ἢ παιδεῦσαι εἰ μὴ καθὼς ἔζησεν. |