monumenta.ch > Gregorius Magnus > 35G
Gregorius Magnus, Dialogi, 2, XXXIV_L De anima sororis eius visa qualiter e corpore sit egressa. <<<     >>> XXXV_L De mundo ante oculos eius collecto, et de anima Germani Capuanae civitatis episcopi.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXXV_G ΚΕΦΑΛ. ΛΕ′ Περι τῆς ψυχῆς Γερμανοῦ ἐπισκόπου πόλεως Καπύης.

1 Ἐν ἄλλω τοίνυν χαιρῷ Σερβανδὸς διάκονος καὶ ἡγούμενος τοῦ μοναστηρίου τοῦ διακειμένου ἐν τοῖς μέρεσι τῆς Καμπανίας ὑπὸ Λιβερίου τοῦ τηνικαῦτα Πατρικίου κτισθέντος, πρὸς τὸν μακάριον πατέρα Βενέδικτον ἐπισκέψεως χάριν ἐν τῷ μοναστηρίω παρέβαλεν, ἔθος ἔχων τοῦτο ποιεῖν.
2 Καὶ αὐτὸς γὰρ ἀνὴρ διδαχῆς οὐρανίου ἀνάπλεως [Mss., ἔθος εἶχε τῷ. Et paulo post, ἐπιβαίνειν.] ὑπῆρχεν. Ἑαυτοὺς οὖν τοῖς μελιῤῥύτοις τῆς αἰωνίου ζωῆς ῥήμασιν ἀρδεύσαντες, ἤδη τὰ τῆς ἡδυτάτης βρώσεως ἀπέλαυσαν, τῆς ἐπουρανίου πατρίδος ἀκορέστω πόθω ὀρεγόμενοι.
3 Καὶ ἐν τούτοις ἀεὶ ἐντρυφῶντας ἑαυτοὺς ἑώρων, κόρον τῆς τοιαύτης πνευματικῆς τρυφῆς μὴ εἰσδεχόμενοι· ὅτε δὲ καὶ αἰσθητῆς τροφῆς τοῦ σώματος χρεία ἀπῄτει στενάζοντες ταύτην μετελάμβανον.
4 Τοῦ δὲ καιροῦ ἡσυχάζειν ἀπαιτοῦντος, ἐν τῷ ἑαυτοῦ πύργω εὐλαβέστατος πατὴρ Βενέδικτος ἀνῆλθε. Ὡσαύτως δὲ καὶ Σερβανδὸς διάκονος ἐν τοῖς αὐτοῦ κατωγείοις εἰσωκίσθη, ἐν ᾧ [In utroque, κόλαξιν.] τόπω τὰ κατώγαια τοῖς ἀνωγείοις [Reg., κολακεύοντες. Colb., ἀργοκωμωδοῦντες.] διὰ τοῦτο κατεσκευάσθησαν, ἵνα ἐν συντόμω ἄνοδος γίνηται.
5 Ἄντικρυς δὲ τοῦ πύργου οἴκημα ἕτερον ὑπῆρχεν, ἔνθα τῶν ἀμφοτέρων οἱ μαθηταὶ ἡσύχαζον. δὲ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἔτι τῶν ἀδελφῶν ἀναπαυομένων τῇ παννύχω τῆς νυκτερινῆς προσευχῆς ὥρᾳ ἅπαντας προφθάσας ἐν τῇ ἑαυτοῦ θυρίδι ἑστohgvgr;ς, καὶ τὸν παντοδύναμον Θεὸν δυσωπῶν, αἰφνίδιον ἐν τῇ τῆς νυκτὸς ἀωρίᾳ [Reg., ἡμετέρας.] ἀναβλέψας, εἶδε, καὶ ἰδοὺ φωτοχυσία ἐφάνη πολλὴ οὐρανόθεν, ὥστε πᾶσαν τὴν τῆς νυκτὸς σκοτίαν φυγαδευθῆναι.
6 Τοσούτω δὲ φωτὶ νὺξ ἐκείνη κατελαμπρύνθη, ὥστε καὶ τῆς ἡμέρας τὸ φῶς ὑπερβάλλειν, ἐκ τοῦ οὐρανόθεν καταλάμψαντος φωτός. Θαύματος δὲ πλῆρες μυστήριον ἐν τῇ τῆς ὀπτασίας ἐκείνης ὥρᾳ ἐξηκολούθησεν, καθὼς αὐτὸς πατὴρ μετέπειτα διηγήσατο.
7 Εἶδον γὰρ, ἔφασκεν, καὶ ἰδοὺ ὅλος κόσμος, ὡς ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα ἦν συναθροισθείς. Ἔτι δὲ ταύτῃ τοῦ φωτὼς τῇ λαμπρότητι ἀτενῶς προσέχων, εἶδε Γερμανοῦ τοῦ Καπύης ἐπισκόπου τὴν ἁγίαν ψυχὴν ἐν πυρίνῃ σφαίρᾳ ὑπὸ ἀγγέλων ἐν τῷ οὐρανῷ παραλαμβανομένην.
8 Τότε τίμιος πατὴρ Βενέδικτος τῆς φοβερᾶς ταύτης ὁράσεως κοινωνόν τε καὶ μάρτυρα προκαταστῆσαι θέλων Σερβανδὸν τὸν διάκονον, μετὰ κραυγῆς ἰσχυρᾶς δὶς καὶ τρὶς τοῦτον ἐκάλεσεν. Ἐκεῖνος δὲ ταραχθεὶς ἐπὶ τῇ ἀσυνήθει τοῦ πατρὸς κραυγῇ, ἔκθαμβος καὶ σπουδαῖος ἀνῆλθεν.
9 Ἐθεάσατο δὲ οὐ τὸ πᾶν τῆς ὁράσεως, μέρος δὴ βραχὺ τοῦ φωτὸς ἐκείνου ἑώρακεν. Αὐτοῦ δὲ ἐκπλαγέντος ἐπὶ τῷ θαύματι, τοῦ Θεοῦ ἄνθρωπος καθεξῆς αὐτῷ ἅπερ ἐθεάσατο διηγήσατο. Παραυτὰ δὲ ἐν τῷ κάστρω Κασίνω τῷ σπουδαιοτάτω ἀνδρὶ Θεοπρέπω ἀπέστειλεν ὅπως ἐυ Καπύῃ [Reg., ἐπηρμένον.] τῇ πόλει πέμψῃ, καὶ τὰ περὶ Γερμανοῦ τοῦ ἐπισκόπου σαφῶς διαγνῷς καὶ μηνύσῃ αὐτῷ.
10 Τούτου δὲ γεγονότος ἀποσταλεὶς λοιπὸν τὸν ἐν ἁγίοις Γερμανὸν τὸν ἐπίσκοπον ἐν κυρίω τελειώθέντα εὗρεν. Ἐρευνήσας δὲ καὶ ἀκριβῶς μαθὼν, ἔγνω ὅτι ἐν αὐτῇ τῇ ῤόπῇ [Colb., πληροῦντος τὸ ἀποκείμενον ὀλίγον.] τελείωσις αὐτοῦ γέγονεν, ἐν ᾗ τοῦ Θεοῦ ἄνθρωπος ἐθεάσατο τὴν πρὸς οὐρανὸν αὐτοῦ ἄνοδον.
11 ΠΕΤΡ. Θαυμαστὸν πρᾶγμα σφόδρα, καὶ λίαν [Colb., τοῦ πατρὸς βραδ. ὑπόστε . . . τὸν παῖδα.] ἐκπλῆττόν με· ἀλλὰ τοῦτο ὅπερ ἐῤῥέθη ἐρωτῶ, πῶς ἐνώπιον τῶν ὀφθαλμῶν τοῦ δικαίου, ὡσεὶ ὑπὸ μίαν τοῦ ἡλίου ἀκτῖνα, ἅπαντα τὸν κόσμον συναχθῆναι πρὸ τῆς κοινῆς ἀναστάσεως; ἀλλ᾽ οὐδὲ καταλαβέσθαι τοῦτο δύναμαι, ποίᾳ τάξει γενέσθαι ὀφείλει, ἵνα πᾶς κόσμος ὑπὸ ἀνθρώπου ἑνὸς ὁραθῇ.
12 ΓΡΗΓΟΡ. Ἀσφαλῶς κάτεχε, Πέτρε, ὅπερ λέγω. Ψυχῇ τῇ θεωμένῃ τὸν κτίστην, πᾶσα κτίσις [Reg., καὶ ὑποδήσας τά.] στενὴ αὐτῇ ἐστιν. Ὅστις οὖν ὀλίγον τι τοῦ φωτὸς τοῦ κτίστου ἐθεάσατο, μικρὸν αὐτῷ γίνεται πᾶν μέρος τῶν κτισμάτων, ὅτι αὐτὴ τοῦ φωτὸς θεωρία ἔνδον [Idem, ἄνθρωπον.] ἐν τῷ νοεῖν ἐμπλατύνεται, καὶ τοσοῦτον πρὸς Θεὸν ἐφαπλοῖ τὸν νοῦν, ὥστε λοιπὸν ἀνώτερος παντὸς τοῦ κόσμου καθίστασθαι, γίνεται δὲ αὕτη τοῦ θεωροῦντος ψυχὴ καθ᾽ ἑαυτήν.
13 Ἡνίκα δὲ ἐν τῷ τοῦ Θεοῦ φωτὶ ἄρξηται ἁρπάζεσθαι, ὑπεράνω αὐτῆς ἐν τοῖς ἐνδοτέροις πλατύνεται. Ὅταν δὲ ἑαυτὴν πλατυνθεῖσαν θεάσηται, ἐπιγινώσκει ὅσον [Reg.: ὀφίλει ἰσχυρῶς αὐτῷ διαλεχθῆναι ηὐτρέπιζεν, ὡς δὲ πλησίον αὐτοῦ ὁ τοῦ θεοῦ ἄνθρωπος παρεγένετο, ἀνυπόστατος φόβος ἐν τῇ τοῦ Ἰουλιανοῦ. Colb. διαλεχθῆναι ὡπλίζετο.] βραχύ ἐστιν ὅπερ ἐν τῇ ταπεινώσει οὖσα κατασχεῖν οὐκ ἠδύνατο.
14 τοίνυν ἀνὴρ οὖτος τὴν τοῦ πυρὸς σφαίραν θεασάμενος, καὶ τοὺς ἀγγέλους ἐν τῷ οὐρανῷ ὑποστρέφοντας, προδήλως τοῦτο θεωρῆσαι οὐκ ἠδύνατο, εἰ μὴ ἐν τῷ φωτὶ τοῦ Θεοῦ ὑπῆρχε. Τί οὖν θαυμαστὸν εἰ καὶ τὸν κόσμον ὅλον ἐνώπιον αὐτοῦ συναχθέντα εἶδεν, ὅστις ὑψωθεὶς ἐν τῷ νοερῷ φωτὶ ἔξω τοῦ κόσμον ὑπῆρχεν; ὅτι δὲ συνελθὼν ἅπας κόσμος ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ εἴρηται, οὐχὶ οὐρανὸς καὶ γῆ [Colb., διὰ τοῦτό με. Reg., ἐπὶ τοῦτό με.] παρέστη ἐπὶ τὸ αὐτό· ἀλλὰ τοῦ θεωροῦντος ψυχὴ ἐπλατύνθη, ἥτις πρὸς Θεὸν ἁρπαγεῖσα ἄνευ δυσκολίας θεωρῆσαι ἠδυνήθη ἕκαστον ὄπερ ἔνδον τοῦ Θεοῦ ἐστιν.
15 Ἐν αὐτῷ οὖν τῷ φωτὶ τῷ ἐν τοῖς ἔξωθεν ὀφθαλμοῖς ἐξαστράψαντι φῶς ἐνδότερον ἐν τοῖς τῆς ψυχῆς νοεροῖς ὀφθαλμοῖς ὑπῆρχεν. γὰρ τὴν ψυχὴν θεασάμενος ἐν ὑψίστοις ἁρπαγεῖσαν, [Reg. τὸν ἐπιβαστὴν.] ἐδείχθη αὐτῷ, πόσον αὐτῷ στενώτατά εἰσιν πάντα τὰ κατώτερα μέρη.
16 ΠΕΤΡ. Ὁρῶ ἑαυτὸν μὴ ἐπιγνόντα ἀκριβῶς ἅπερ εἴρηκας. Διὰ γὰρ τὴν ἐμὴν βραδύτητα, ἐξήγησίς σου τοσοῦτον ἐπλεόνασεν· ἀλλ᾽ ἐπειδὴ ταῦτα ἀρτίως σαφῶς ἐν τῇ ἐμῇ διανοίᾳ ἐξέχεας, αἰτῶ ὅπως ἐν τῇ τῆς διηγήσεως τάξει ἐπανέλθῃς.
Gregorius Magnus HOME

bsb42114.116 csg213.57 csg214.50

Gregorius Magnus, Dialogi, 2, XXXIV_L De anima sororis eius visa qualiter e corpore sit egressa. <<<     >>> XXXV_L De mundo ante oculos eius collecto, et de anima Germani Capuanae civitatis episcopi.
monumenta.ch > Gregorius Magnus > 35G