1 | ΓΡΗΓΟΡΙΟΣ. Τῇ οὖν ἑξῆς ἡμέρᾳ ἡ αὐτὴ σεβάσμιος παρθένος εἰς τὸ ἑαυτὴς κελλίον ἀνεχώρησεν Ὡσαύτως δὲ καὶ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐν τῷ μοναστηρίω αὑτοῦ ὑπέστρεψε. Καὶ ἰδοὺ μετὰ τρίτην ἡμέραν ἐν τῷ ἑαυτοῦ κελλίω ἑστὼς, ἐπάρας ἐν τῷ ἀέρι τοὺς ὀφθαλμοὺς, εἶδε τῆς ὁσίας αὑτοῦ ἀδελφῆς τὴν ἁγίαν ψυχὴν ἐκ τοῦ σώματος αὐτῆς ἐν εἴδει περιστερᾶς ἐξελθοῦσαν, καὶ ἐπὶ τὰ τοῦ οὐρανοῦ μυστήρια [Ita semper appellat Rom. pontificem. Ignatius Constantinop. patriarcha Nicolaum papam vocat, Πρόεδρον καὶ Πατριάρχην πάντων τῶν θρόνων, in epist. concilio IV Constantinop. inserta.] ἀναληφθεῖσαν. |
2 | Ὅστις τῇ τοσαύτῃ δόξῃ αὐτῆς συγχαιρόμενος, τῷ παντοδυνάμω Θεῷ ἐν ὕμνοις καὶ αἴνοις εὐχαριστίας ἀπέδωκε, καὶ τὴν αὐτῆς τελείωσιν τοῖς ἀδελφοῖς ἐμηνυσεν. Οὓς καὶ ἀπέστειλεν εὐθέως, ἴνα τὸ σεμνὸν αὐτῆς καὶ τίμιον σῶμα εἰς τὸ μοναστήριον ἀγάγωσιν, καὶ ἐν τῷ μνήματι ὃ ἦν ἑαυτῷ ἑτοιμάσας [Mss., ὅντινα τοιαῦτα.], θάψωσιν. Ὧν γὰρ ὁ νοὺς ἐν ἁγίω πνεύματι ἡνωμένος ἦν ἐπ᾽ ἀλλήλοις, καὶ πρὸς Θεὸν διαπαντὸς ἀνατεταγμένος ὑπῆρχεν [Uterque Mss., συμφωνεῖ.], τούτων τὰ πανίερα σώματα οὔτε ἡ ταφὴ χωρίσαι ἠδύνατο. |