monumenta.ch > Gregorius Magnus > 33G
Gregorius Magnus, Dialogi, 2, XXXII_L De mortuo suscitato. <<<     >>> XXXIII_L De miraculo Scholasticae sororis eius.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXXIII_G ΚΕΦΑΛ. ΛΓ′. Περὶ οὗ παρεκάλεσε Σχολαστίκα αὐτοῦ ἀδελφή.

1 ΓΡΗΓΟΡΙΟΣ. Τίς ἐστιν, Πέτρε, ἐν ταύτῃ τῇ ζωῇ τοῦ Παύλου ὑψηλότερος; ἁλλ᾽ οὗτος περὶ τοῦ σκόλοπος τῆς σαρκὸς αὑτοῦ τρὶς τὸν κύριον παρεκάλεσε, καὶ οὗπερ ἐφίετο τυχεῖν οὐκ ἠδυνήθη [Ita Mss. Ed., ᾔτητο.]. Ἐκ τούτου οὖν καὶ περὶ τοῦ σεβασμίου πατρὸς Βενεδίκτου διηγησομαί σοι ὅτι ὑπῆρχέ τι ὅπερ ἠθέλησεν, ἀλλ᾽ οὐδαμῶς ἠδυνήθη ἐκπληρῶσαι.
2 Ἀδελφὴ ὑπῆρχε τῷ μακαρίω κατὰ σάρκα, ᾗ ὄνομα Σχολαστίκα, τις εὐδοκίᾳ [Mss., τῆς ὥρας.] τοῦ παντοδυνάμου Θεοῦ ἡγιασμένη ὑπῆρχεν ἐκ νεότητος αὐτῆς. Αὕτη οὖν ἅπαξ τοῦ ἐνιαυτῦ ἔθος εἶχε πρὸς τὸν μακάριον αὑτῆς ἀδελφὸν παραγίνεσθαι, πρὸς ἣν τοῦ Θεοῦ ἄνθρωπος οὐ μήκοθεν ἔξω τῆς πύλης ἐν κτήματι τοῦ μοναστηρίου κατήρχετο.
3 Ἐν μιᾷ οὖν ἡμέρᾳ [Reg., τῶν ἀνδρῶν . . . τῶν θηλειῶν.] παρεγένετο πρὸς αὐτὴν κατὰ τὸ σύνηθες τοῦ Θεοῦ ἄνθρωπος, ἅμα τῶν ἑαυτοῦ μαθητῶν. Πᾶσαν δὲ τὴν ἡμέραν ἐν ταῖς τῶν ἱερῶν λογίων, καὶ τῶν θεοπνεύστων γραφῶν διηγήσεσι σχολάσαντες, ὀψίας γενομένης, καὶ λοιπὸν ἔτι σκοτίας οὔσης, [Reg., νομοθετῶν οὐκ ἐπαύσατο.] ἀναπεσόντες, τροφῆς μετελάμβανον.
4 Ἐν δὲ τῷ αὐτοὺς ἐσθίειν, καὶ ἐν τῇ τῶν θεοπνεύστων γραφῶν ὁμιλίᾳ ἐγχρονίζειν, τὸ πολὺ τῆς νυκτὸς μέρος διέδραμεν. οὖν ἱερωτάτη καὶ τιμία ἐκείνη παρθένος καὶ κατὰ σάρκα αὐτοῦ ἀδελφὴ ᾐτήσατο αὐτὸν, λέγουσα· «Παρακαλῶ σε, ἀδελφέ μου, μὴ ἐάσῃς με τῇ νυκτὶ ταύτῃ, ἵνα μέχρι πρωΐας περὶ τῆς ἐπουρανίου χαρᾶς, καὶ τῆς ἀἳδίου διαλεχθῶμεν ζωῆς.
5 » Πρὸς ἣν μακάριος ἀπεκρίθη «Τί ἐστιν λέγεις, ἀδελφὴ; ἔξω τοῦ κελλίου μου οὐδαμῶς μένειν δύναμαι.» Τοιαύτη οὖν εὐδία τοῦ ἀέρος ὑπῆρχεν, ὡς μηδαμῶς ἴχνος νεφέλης φαίνεσθαι. δὲ ἁγιωτάτη ἐκείνη παρθένος, θεασαμένη τὸν ἀδελφὸν μηδαμῶς εἴξαντα τῇ ἑαυτῆς παρακλήσει, πλέξασα τοὺς ἑαυτῆς δακτύλους, ἐπάνω τῆς τραπέζης τὰς χεῖρας ἐθετο· ὑπεράνω δὲ τῶν χειρῶν τὴν ἑαυτῆς κεφαλὴν κλίνασα, τὸν παντοδύναμον Θεὸν ἐδυσώπει.
6 Ἐγένετο δὲ ἐν τῷ ἀναστῆναι τὴν αὐτῆς κεφαλὴν ἀπὸ τῆς τραπέζης τοσούτων ἀστραπῶν καὶ βροντῶν ἦχος, καὶ ὑετοῦ τοσαύτη ἐπηκολούθησεν ἔκχυσις, ὥστε μήτε τὸν σεβάσμιον τοῦ Θεοῦ ἄνθρωπον Βενέδικτον, μήτε τοὺς σὺν αὐτῷ παραγεγονότας ἀδελφοὺς δύνασθαι τῆς τοῦ οἴκου φλιᾶς βραχύ τι ἔξω προελθεῖν.
7 δὲ ἁγιωτάτη ἐκείνη θήλεια τὴν κεφαλὴν ἐν ταῖς χερσὶν, ὡς ἦν ἐπὶ τῆς τραπέζης κλίνασα δακρύων ποταμοὺς ἐξέχεεν, δι᾽ ὧν τὴν τοῦ ἀέρος εὐδίαν εἰς πλῆθος ὑετῶν μετέβαλεν, ὥστε μετὰ τὴν εὐχὴν τοῦ ὕδατος ἐπηκολούθησε κίνησις [Reg., μονῇ.]. Τοσαύτη δὲ τῆς εὐχῆς ἦν δύναμις, ὥστε τὴν ἑαυτής κεφαλὴν ἐκ τῆς τραπέζης μετὰ τοῦ τῆς βροντῆς ἤχου ἀναστῆσαι, καigvgr; ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν τῶν ἀμφοτέρων γενέσθαι συνέλευσιν, τήν τε τῆς κεφαλῆς τῆς ἱερᾶς παρθένου ἀνάνευσιν, καὶ τὴν τοῦ ὑετοῦ κατένεγξιν.
8 δὲ μακάριος κατανοήσας μὴ δύνασθαι ἑαυτὸν ἐπὶ τὸ μοναστήριον ἐπιστρέφειν, διὰ τὴν τῶν ἀστραπῶν καὶ βροντῶν ταραχὴν, καὶ τὴν τοσαύτην τοῦ ὑετοῦ ἐπίκλυσιν, λυπηθεὶς εἶπε πρὸς τὴν ἑαυτοῦ ἀδελφήν· «Συγχωρήσῃ σοι παντοδύναμος Θεὸς, ἀδελφή.
9 Τί ὲστιν ἐποίησας;» πρὸς ὃν ἀποκριθεῖσα, εἶπεν· «Ἰδοὺ παρεκάλεσά σε, καὶ ὑπακοῦσαί μου οὐκ ἠθέλησας. Παρεκάλεσα τὸν κύριόν μου, καὶ εἰσήκουσέ μου· ἀρτίως λοιπὸν ἐὰν δύνησαι ἔξελθε [Reg., κατὰ σῶμα εὔωπτος (forte, εὐωπὸς) ὑπῆρχεν πυρετῷ λαμβροτάτῳ (haud dubie, λαβροτάτῳ) καταφλέγεσθαι.], κἀμὲ καταλείψας εἰς τὸ μοναστήριον ἄπελθε.
10 » Αὐτὸς οὗν ἔξω τοῦ οἴκου προκύψαι μὴ δυνάμενος, ἑκουσίως ἐν τῷ τόπω μεῖναι μὴ ἀνασχόμενος, ἀκουσίως ἔμεινε παρ᾽ αὐτῇ. Πᾶσαν δὲ τὴν νύκτα ἐκείνην ἀγρυπνοῦντες διετέλεσαν ἐν τοῖς τῆς αἰωνίου ζωῆς ῥήμασι, καigvgr; τοῖς τῶν θεοπνεύστων γραφῶν διηγήμασιν ἑαυτοὺς ἐμπλήσαντες.
11 Ἰδοὺ οὖν περὶ τούτου εἴρηκα θελῆσαι αὐτὸν ποιῆσαί τι καὶ μὴ ἰσχύσαι. Ἐὰν δὲ τοῦ σεβασμίου τούτου πατρὸς τὸ θέλημα κατανοήσωμεν, οὐχ εὑρίσκομεν τοῦτον διστάσαντα. Αὐτὴν γὰρ τὴν εὐδίαν ἤθελε διαμεῖναι, ἥνπερ συνέβη εἶναι, ὅτε ἀπὸ τῆς [Additur in Colb. κόρη. De hac voce [Nonne haec notae pars referenda est ad vocem μαροῦλιν quae supra habetur, vel ad vocem μαρουλίου quae infra? EDIT.] consule Gloss. Graecum Cangii, ubi multis adductis testimoniis probat ea lactucam significari.] μονῆς κατῆλθε πρὸς τὴν ὁσιωτάτην αὑτοῦ ἀδελφήν.
12 Ἀλλὰ τὸ ἐναντίον γέγονεν, ὅπερ ἠθέλησε διὰ τῆς τοῦ Θεοῦ δυνάμεως ἐν τῇ ἑαυτοῦ ἱερωτάτῃ παρθένω καὶ ἀδελφῇ θαῦμα. Θαυμαστὸν γὰρ ὄντως ἐστὶν, ὅτι παρθένος ἐν ἐκείνω τῷ καιρῷ πλεῖον αὐτοῦ ἠδυνήθη, ἥτις μεγάλως τὸν ἀδελφὸν ἐπεπόθει θεάσασθαι.
13 Κατὰ γὰρ τὴν Ἰωάννου φωνὴν «ὁ Θεὸς ἀγάπη ἐστίν.» Δικαίᾳ οὖν πάνυ τῇ κρίσει πλεῖον ἐδυνήθη ἐκείνη, ἥτις πλεῖον ἠγάπησεν.
14 ΠΕΤΡ. Ὁμολογῶ, καὶ πάνυ μοι ἀρέσκει λέγεις.
Gregorius Magnus HOME

bsb42114.113 csg213.56 csg214.50

Gregorius Magnus, Dialogi, 2, XXXII_L De mortuo suscitato. <<<     >>> XXXIII_L De miraculo Scholasticae sororis eius.
monumenta.ch > Gregorius Magnus > 33G