Gregorius Magnus, Dialogi, 2, CAPUT XXXII_G ΚΕΦΑΛ. ΛΒ′. Περὶ τοῦ ἀναστάντος νεκροῦ διὰ προσευχῆς τοῦ ἁγίου.
1 | Ἐν μιᾷ οὖν ἡμέρᾳ ἐξῆλθε σὺν τοῖς ἀδελφοῖς ὁ μακάριος ἐργάσασθαι ἐν τῷ ἀγρῷ. Καὶ τις γηπόνος εἶχεν υἱὸν πρὸ βραχέος θανόντα, οὗ τινος τὸ σῶμα ἐν ταῖς ἀγκάλαις φέρων, καὶ τῇ τῶν δακρύων πλημμύρᾳ συγκαιόμενος εἰς τὸ μοναστήριον παραγέγονε, καὶ τὸν πεφωτισμένον πατέρα Βενέδικτον ἐπεζήτει. |
2 | Ἐῤῥέθη οὖν αὐτῷ, ὅτιπερ μετὰ τῶν ἀδελφῶν ἐν τῷ ἀγρῷ ἐργάζεται καὶ βραδῦναι ἔχει. Τοῦτο οὖν ἀκούσας ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης τὸ σκήνωμα τοῦ τελευτήσαντος αὐτοῦ υἱοῦ ἀποθέμενος, καὶ τῇ ἀποῤῥήτω λύπῃ πιεσθεὶς, πρὸς τὴν τοῦ σεβασμίου πατρὸς ζήτησιν ἑαυτὸν συντόμως δρόμω ἐκδέδωκε. |
3 | Καὶ ἰδοὺ ἐν αὐτῇ τῇ ὥρᾳ ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐκ τοῦ ἔργου ἧν καταπαύσας, καὶ λοιπὸν σὺν τοῖς ἀδελφοῖς ἐπὶ τὸ μοναστήριον ὑπέστρεφε . Τοῦτον ἑωρακὼς ὁ τοῦ τεθνεῶτος παιδὸς πατὴρ, ἤρξατο σὺν δάκρυσι βοᾷν πρὸς τὸν ἅγιον, καὶ λέγειν· «Ἀπόδος μοι τὸν υἱόν μου, ἀπόδος μοι τὸν υἱόν μου. |
4 | » Ὁ δὲ ἄνθρωπος τοῦ Θεοῦ ἐκπλαγεὶς ἐπὶ τούτω , ἔστη λέγων· «Μήτοιγε, ἄνθρωπε, ἐγὼ τὸν υἱόν σου ἐπῆρα·» πρὸς ὃν ὁ τοῦ παιδὸς πατὴρ ἀπεκρίθη· «Ἀπέθανεν ὁ υἱός μου, σεβάσμιε πάτερ, ἀλλὰ δεῦρο, ἀνάστησον αὐτόν. |
5 | » Τούτων τῶν ῥημάτων ἀκούσας ὁ θαυματουργὸς ἐκεῖνος πατὴρ, καὶ σφόδρα λυπηθεὶς, εἶπεν· «Ἀναχωρήσατε, ἀδελφοὶ, ἀναχωρήσατε, ταῦτα οὐχ ὑπάρχουσιν ἡμέτερα, ἀλλὰ τῶν ἁγίων ἀποστόλων εἰσί. |
6 | Τί ἡμῖν, ἀδελφοὶ, φορτία θέλετε ἐπιτιθέναι , ἅπερ οὐκ ἰσχύομεν βαστάσαι;» Ὁ δὲ τοῦ τεθνηκότος παιδίου πατὴρ ὑπὸ τοῦ σφοδροτάτου πόνου πληττόμενος ἐν τῇ ἑαυτοῦ αἰτήσει διέμεινε, διαβεβαιούμενος καὶ ὀμνύων ὅτι «οὐ μὴ ἀποχωρήσω, ἐὰν μὴ τὸν υἱόν μου ἀναστήσῃς. |
7 | » Ἠρώτησεν οὖν αὐτὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος, λέγων· «Ποῦ ἐστι τὸ σῶμα τοῦ παιδίου;» ὁ δὲ ἀποκριθεὶς, εἶπε· «Πρὸς τῇ πύλῃ τοῦ μοναστηρίου κεῖται, τίμιε πάτερ.» Τότε παραγενόμενος ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐπὶ τὸν τόπον μετὰ τῶν συνόντων αὐτῷ ἀδελφῶν, ἔκλινε τὰ γόνατα εἰς προσευχὴν καὶ ἐπάνω τοῦ σώματος τοῦ παιδίου τὴν τιμίαν αὐτοῦ κεφαλὴν ἐπικλίνας, καὶ αὖθις ἀναστὰς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐξέτεινε, λέγων· «Κύριε ὁ Θεὸς, μὴ ἐπιβλέψῃς ἐπὶ τὰς ὑμαρτίας μου, ἀλλ᾽ ἐπὶ τὴν πίστιν τοῦ ἀνθρώπου τούτου τοῦ δεομένου ἀναστῆναι τὸν υἱὸν αὐτοῦ, καὶ ἀπόδος τῷ σώματι τούτω ἣν ἦρας ψυχήν. |
8 | » Οὕπω δὲ τῆς τοῦ ἁγίου εὐχῆς πληρωθείσης, ἡ ψυχὴ ἐν τῷ σώματι εἰσῆλθε, καὶ τὸ τοῦ παιδίου σκήνωμα ὅλον ἐδονήθη καὶ τρέμων τῇ χειρὶ ἐψηλάφα, ὥστε ὑπὸ πάντων τῶν αὐτόθι παρὸντων θεαθῆναι τὴν τοῦ ἁγίου ἐπὶ τῷ παιδὶ γενομένην φρικώδη θαυματουργίαν· οὗτινος τῆς χειρὸς λαβόμενος ὁ ἅγιος τῷ πατρὶ ζῶντα καὶ ὁλόκληρον παρέδωκε. |
9 | Τοῦτο οὖν, Πέτρε, τὸ θαῦμα ἐν τῇ ἑαυτοῦ ἐξουσίᾳ οὐκ ἔσχεν, ἀλλὰ εἰς προσευχὴν ἑαυτὸν ὑποστρώσας ᾐτήσατο, ἵνα δυνηθῇ τοῦτο ποιῆσαι. |
10 | ΠΕΤΡ. Πάντα οὕτω καθὼς λέγεις εἶναι ὁμολογῶ. Ἐμφανῶς γὰρ τοὺς λόγους οὓς προέθου, ἔργοις ἐπίστωσας· Ἀλλ᾽ αἰτῶ σε. ἵνα εἴπῃς ἐὰν οἱ ἅγιοι ἄνδρες πάντα ἅπερ θέλουσι δύνανται, καὶ εἰ εἰς πάντα ἐπιτυγχάνουσιν, ἅπερ λαβεῖν ἐπιθυμοῦσιν. |