Gregorius Magnus, Dialogi, 2, CAPUT XXXI_G ΚΕΦΑΑ. ΛΑ′. Περὶ τοῦ γεωργοῦ τοῦ ἀοράτως ἐκ τῶν δεσμῶν λυθέντος, μόνον ἐπιβλέψαντος τοῦ ἁγίου.
1 | Ἥν τις τῷ γένει Γότθος, τῇ δὲ προσηγορίᾳ Τζαλλᾶς ἐπονομαζόμενος , τῆς τῶν Ἀρειανῶν ἀθέου δυσπιστίας ὑπάρχων. Ὅστις ἐν τοῖς χρόνοις Τοτίλα τοῦ τῶν Γότθων ῥηγὸς, οὗ τὸ πρὶν μνείαν ἐποιησάμεθα, θυμῷ ἀνυποστάτω κατὰ τῶν τῆς ἁγίας καὶ καθολικῆς ἐκκλησίας σπουδαίων ἀνδρῶν ἐκκαυθεὶς, καὶ τῇ ἑαυτοῦ συντρόφω ὠμότητι συνήθως χρώμενος, ἐάν τινα κατὰ προσώπων ἐθεάσατο, εἴτε κληρικὸν εἴτε μοναχὸν, παραχρῆμα τούτους διεχειρὶζετο, τῷ διὰ ξίφους ὑποβάλλων θανάτω. |
2 | Ἐν μιᾷ οὖν τῶν ἡμερῶν τῇ ζέσει τῆς οἰκείας ὠμότητος ἐκκαυθεὶς, καὶ ὑπὸ τῆς τῶν πραγμάτων συγχύσεως τὸν νοῦν κλαπεὶς, τινὰ χωρικὸν τῇ τύχῃ εὑρηκὼς, τοῦτον ὠμοτάτοις ἔθλιβε βασάνοις, καὶ διαφόροις κριτηρίοις ἐμάστιζε. Μηκέτι οὖν τὰς βασάνους ὁ χωρικὸς ὑποφέρων, ἀπαιτούμενος ὑπὸ τοῦ σοβαροῦ ἐκείνου καὶ βαρβάρου τὰ διαφέροντα αὐτῷ πράγματα, τῷ δούλω τοῦ Θεοῦ Βενεδίκτω ἔφη παραθέσθαι αὐτά. |
3 | Τοῦτο ἴσως πραγματευσάμενος πρὸς τὸ ἐκφυγεῖν αὐτὸν τὴν τῶν βασάνων τιμωρίαν, καὶ τῆς ζωῆς κερδάναι τὴν σωτηρίαν. Τότε ὁ αὐτὸς Τζαλλᾶς ἔπαυσε τοῦ βασανίζειν αὐτὸν, προσέταξε δὲ τοὺς βραχίονας αὐτοῦ λώροις ἰσχυροῖς δεσμευθέντας σφιγχθῆναι, καὶ τοῦτον ἔμπροσθεν τοῦ ἑαυτοῦ ἵππου ἤρξατο ἐλαύνειν πρὸς τὸ ὑποδεῖξαι αὐτῷ τίς ἐστι Βενέδικτος, ὁ τὰ πράγματα αὐτοῦ ὑποδεξάμενος. |
4 | Ὅστις χωρικὸς τοῖς βραχίοσι δεδεμένος ἔμπροσθεν αὐτοῦ προτρέχων ἀπήγαγε τὸν ἀλαζόνα Τζαλλᾶν εἰς τὸ τοῦ ἁγίου ἀνδρὸς μοναστήριον· εὑρὼν [F. gr|εὗρεν]|gr δὲ τὸν μακάριον μόνον κατέναντι τῆς εἰσόδου τοῦ κελλίου καθεζόμενον, καὶ ἀναγινώσκοντα. |
5 | Τῷ δὲ αὐτῷ Τζαλλᾷ ἀκολουθοῦντι, καὶ θυμομαχοῦντι, εἶπεν ὁ χωρικός· «Ἰδοὺ οὗτός ἐστιν ὁ πατὴρ Βενέδικτος, περὶ οὗ εἶπόν σοι.» Ἐκεῖνος οὖν ὁ ὑπερήφανος, ζέοντι τῷ θυμῷ, καὶ διεστραμμένω τῷ βλέμματι, γνώμης ἀνυγιοῦς γεγονὼς ἐν τῷ τὸν ἅγιον ὁρᾷν, ἐδόκει τῷ ἑαυτοῦ φόβω τοῦτον ἐκπλήττειν. |
6 | Καὶ ἀτενῶς αὐτῷ προσέχων μεγίσταις ἤρξατο κράζειν φωναῖς, καὶ λέγειν πρὸς τὸν ἅγιον· «Ἀνάστα, ἀνάστα, καὶ τὰ τοῦ χωρικοῦ τούτου πράγματα, ἅπερ εἴληφας, ἀπόδος.» Οὗτινος τῇ φωνῇ εὐθέως ὁ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἑαυτοῦ ᾖρεν ὀφθαλμοὺς ἀπὸ τῆς ἀναγνώσεως, καὶ θεωρήσας τὸν ἐπαρμένον ἐκεῖνον Τζαλλᾶν, σὺν αὐτῷ δὲ μόνον τὸν χωρικὸν δέσμιον ἑστῶτα, προσέσχεν τοῖς δεσμευθεῖσιν αὐτοῦ βραχίοσι τοῖς λώροις, καὶ τὸ παντὸς ἐπέκεινα θαύματος ἠκολούθει μυστήριον. |
7 | Παραυτὰ γὰρ τοῦ τὸν μακάριον τὸ ἑαυτοῦ ἐκτεῖναι θεοφώτιστον ὄμμα εἰς τὸν δέσμιον, τοσαύτη ταχύτης παρηκολούθησε τῆς τῶν λώρων λύσεως, οἷα οὐκ ἂν πολλῶν ἀνδρῶν σπουδὴ ἐπιτελέσαι ἠδύνατο . Θεασάμενος οὖν ὁ Τζαλλᾶς τὸν ὑπ᾽ αὐτοῦ δεθέντα χωρικὸν διὰ τῆς τοῦ ἁγίου ἐξουσίας ἄνευ χειρῶν λυθέντα, ἔντρομος γεγονὼς ἔπεσεν ἑπὶ τὴν γῆν· καὶ τὸν ἑαυτοῦ τράχηλον· τὸν τῇ ἀλαζονείᾳ ἐπηρμένον, ἐκτεταμένον ὑπὸ τὰ τίμια ἵχνη τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπέθηκε ταῖς αὐτοῦ εὐχαῖς ἑαυτὸν παραθέμενος. |
8 | Ὁ δὲ ἅγιος ἀνὴρ οὐδαμῶς ἀπὸ τῆς ἀναγνώσεως ἀνέστη, ἀλλὰ καλέσας τοὺς ἀδελφοὺς ἐπᾶραι τοῦτον ἔσω προσέταξεν, ὅπως μεταλάβῃ τροφῆς. Ὁ δι᾽ εἰς ἑαυτὸν ἐλθὼν ἐνουθετεῖτο ὑπὸ τοῦ ἡγιασμένου πατρὸς τοῦ παύσασθαι τῆς τοσαύτης ὠμότητός τε καὶ ἀπανθρωπίας. |
9 | Ὅστις Τζαλλᾶς συγκεκλασμένος ἀπὸ τῆς μονῆς ἐπιστρέψας, οὐδέν τὸ παράπαν ἀπὸ τοῦ χωρικοῦ τοῦ λοιποῦ ἐζήτησεν, ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος οὐκ ἐγγίζων, ἀλλ᾽ ἢ μόνω βλέμματι ἔλυσεν. Ἰδοὺ τοῦτό ἐστιν, Πέτρε, ὅπερ ἔφην, ὅτι οὗτοι οἱ τῷ παντοδυνάμω Θεῷ μετὰ παῤῥησίας λαθρεύοντες, ποτὲ μὲν θαύματα δι᾽ ἐξουσίας ποιῆσα δύνανται, ποτὲ δὲ δι᾽ εὐχῆς τὴν τῶν σημείων πληθὺν ἐνεργοῦσιν. |
10 | Ὁ γὰρ τὴν θηριώδη τοῦ Γότθου μανίαν καθεζόμενος ὑποτάξας, τὰ λῶρα δὲ καὶ τοὺς τῶν δεσμῶν κόμβους, ἅπερ τοῦ ἀθώου τοὺς βραχίονας συνέσφιγγον, διὰ τῆς τῶν οἰκείων ὀφθαλμῶν ὁράσεως λύσας, δηλοῖ διὰ τῆς τοῦ θαύματος συντομίας, ὅτι ἀπὸ ἐξουσίας ἔλαβε σχεῖν ὅπερ ἐποίησεν. |
11 | Καὶ ὅσα δὲ θαύματα καὶ ὁποῖα δι᾽ εὐχῆς ἠδυνήθη ποιῆσαι, προσθήσω τῷ διηγήματι. |