Gregorius Magnus, Dialogi, 2, CAPUT XXX_G ΚΕΦΑΛ. Λ′. Περὶ τοῦ δαιμονιοῦντος μοναχοῦ, καὶ διὰ μαξίλλης τοῦ ἁγίου ἰαθέντος.
1 | Ἐν μιᾷ τῶν ἡμερῶν, πορευομένω τῷ ὁσίω ἐπί τὸ τοῦ ἁγίου Ἰωάννου εὐκτήριον, ἅπερ ἐν αὐτῷ τῷ ὕψει τοῦ ὄρους ᾠκοδομημένον ἦν, ὁ παμπόνηρος ἐχθρὸς ἐν σχήματι ἱππιατροῦ εἰς συνάντησιν αὐτῷ ἐξῆλθε τὸ κέρατον καὶ τριπέδικλον ἐπιφερὸμενος. Ὁ δὲ τοῦ Θεοῦ θεράπων ἠρώτησεν αὐτὸν, λέγων· «Ποῦ ἀπέρχῃ;» ἐκεῖνος δὲ ἀποκριθεὶς, εἶπεν· «Ἰδοὺ πρὸς τοὺς ἀδελφοὺς πορεύομαι, ποτὸν αὐτοῖς δοῦναι. |
2 | » Ἐπορεύθη οὖν ὁ σημειοφόρος Βενέδικτος, καὶ κατὰ τὸ σύνηθες αὐτῷ, ἔστη εἰς προσευχὴν, ἣν πληρώσας ταχέως ὑπέστρεψε. Τὸ δὲ πονηρὸν πνεῦμα ἕνα τῶν τοῦ ἁγίου μοναχῶν προβεβηκότα εὑρὸν , ὕδωρ ἀντλοῦντα, παραυτὰ εἰσῆλθεν εἰς αὐτὸν, καὶ σπαράξαν αὐτὸν ἀνιλεῶς ἐβασάνιζεν. |
3 | Ὁ δὲ τοῦ Θεοῦ ἄνθρωπος ἀπὸ τῆς εὐχῆς ὑποστρέψας, καὶ τοῦτον οὕτως ἐλεεινῶς βασανιζόμενον θεασάμενος, μόνον αὐτῷ κόσσον δέδωκεν ἐν τῇ σιαγόνι, καὶ παραυτίκα τὸ ἀκάθαρτον πνεῦμα ἀπ᾽ αὐτοῦ ἐξῆλθε, καὶ οὐκ ἔτι τοῦ λοιποῦ εἰς αὐτὸν ὑποστρέψαι ἐτόλμησεν. |
4 | ΠΕΤΡ. Ἤθελον γνῶναι, ταῦτα πάντα τὰ θαύματα τῇ τῆς προσευχῆς δυνάμει ἐποίει διαπαντὸς, ἢ μόνω τῷ τῆς προγνώσεως θελήματι ἐπετέλει αὐτά; |
5 | ΓΡΗΓΟΡ. Οἵτινες ἑκουσίω θελήματι καὶ πόθω τῷ Θεῷ προσκολλῶνται, ἡνίκα τῶν πραγμάτων ἡ ἀνάγκη ἀπαιτῇ τὴν τῶν θαυμάτων ἐπίδειξιν, πολυτρόπως ἐπιτελοῦσιν· ποτὲ μὲν γὰρ ἐκ δεήσεως γίνονται, ποτὲ δὲ κατ᾽ ἐξουσίαν. |
6 | Καθάπερ ὁ εὐαγγελιστὴς Ἰωάννης λέγει· «Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Οἳ οὖν διὰ τῆς ἐξουσίας τοῦ Θεοῦ τέκνα ὑπάρχουσι, τί θαυμαστὸν ἐὰν σημεῖα ὑπὸ τῆς ἐξουσίας ποιῆσαι δύνανται; ὅτι δὲ καὶ ἑκατέρω τρόπω θαυμάσια ποιοῦσιν, μαρτυρεῖ Πέτρος ὁ τὴν Ταβιτᾶν θανοῦσαν δι᾽ εὐχῆς ἀναστήσας, Ἀνανίαν τε καὶ Σαπφείραν ψευσαμένους διελέγξας, καὶ τῷ θανάτω παραδούς. |
7 | Οὐδὲ γὰρ εὔξασθαι αὐτὸν γέγραπται ἐν τῇ ἐκπνεύσει αὐτῶν, ἀλλὰ μόνον τὸ πταῖσμα, ὅπερ πεποιήκασι διήλεγξε. Συμβοίνει δὲ, ὅτι ποτὲ μὲν κατ᾽ ἐξουσίαν ποιοῦσι, ποτὲ δὲ ἀπὸ δεήσεως. Ἐξ ὧν ἐκείνοις μὲν τὴν ζωὴν, διελέγχων, κατ᾽ ἐξουσίαν παρεπῆρε, καὶ ταύτην πάλιν δι᾽ εὐχῆς τὴν ζωὴν περιεποιήσατο. |
8 | Ἐν δυσὶ τοίνυν τρόποις θαυμάτων τὴν τοῦ γνησίου δούλου τοῦ Θεοῦ Βενεδίκτου δύναμιν προτίθημι, ἐν οἷς λαμπρότερον τοῦτον ἀναδείκνυμι. Καὶ ποτὲ μὲν τοῦτον γινώσκομεν λαβόντα θεόθεν ἐξουσίαν, ποτὲ δὲ δι᾽ εὐχῆς ἰσχύσαντα, θαυματουργίας ἐπιτελεῖν. |