Gregorius Magnus, Dialogi, 2, CAPUT XXIX_G ΚΕΦΑΛ. ΚΘ′. Περὶ τοῦ γεμισθέντος πίθου ἐλαίου διὰ προσευχῆς αὐτοῦ.
1 | Τούτου δὲ γεγονότος, ἅμα τοῖς ἀδελφοῖς ἑαυτὸν ὁ σεβάσμιος πατὴρ εἰς προσευχὴν δέδωκεν. Ἐν δὲ τῷ τόπω ἐκείνω, ἐν ᾧ μετὰ τῶν ἀδελφῶν ἐν τῇ προσευχῇ ἵστατο, πίθος κενὸς ὑπῆρχε τῷ σκεπασματι κεκαλυμμένος. |
2 | Ἐν δέ τῷ τὸν ἅγιον πατέρα προσκαρτερεῖν ἐν τῇ προσευχῇ, ἤρξατο τὸ πῶμα τοῦ αὐτοῦ πιθαρίου κουφίζεσθαι, τοῦ ἐλαίου πληθυνθέντος ἐν τῷ πίθω. Οὗτινος κινηθέντος τε καὶ ὑψωθέντος, τὸ αὐξηθὲν ἔλαιον τὸ τοῦ πιθαρίου στόμα ὑπερβλύσαν ἅπαν τὸ ἔδαφος ἐπλήρωσεν, ἐν ᾧ ἦν εἰς προσευχὴν κύψας ὁ ἅγιος. |
3 | Τοῦτο δὲ θεασάμενος ὁ θαυματουργὸς πατὴρ Βενέδικτος τῇ εὐχῇ τέλος ἐπέθηκε. Τὸν δὲ ἄπιστον ἐκεῖνον καὶ ἀκήκοον ἀδελφὸν πατρικῶς ἐνουθέτησεν εἰπών· «Τέκνον, κτίσαι πίστιν ἀδίστακτον καὶ ταπεινοφροσύνην ἀξίαν τοῦ μοναχικοῦ ἐπαγγέλματος·» Ὁ δὲ ἀδελφὸς ἐκεῖνος πρεπόντως καὶ σωτηριωδῶς ὑπὸ θοῦ πατρὸς παιδευθεὶς, ᾐδεσθη· ὁ γὰρ ἀοίδιμος οὗτος πατὴρ τὴν ἰσχὺν τῆς ἑαυτοῦ νουθεσίας, ἥνπερ ἐδίδασκεν, ταύτην τῇ τοῦ παντοδυνάμου Θεοῦ χάριτι τοῖς θείοις θαύμασι πᾶσιν ὑπεδείκνυε, καὶ οὐκ ἦν λοιπόν τινά ποτε τῆς αὐτοῦ συνοδίας ἐν ταῖς τοῦ ἁγίου ὑποσχέσεσι δειλιᾷν, ἢ ἀπιστεῖν τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις, καὶ μάλιστα ἑωρακότες τὴν ἐν μιᾷ καιροῦ ῥοπῇ γενομένην παρὰ Θεοῦ ὐπερβάλλουσαν ἐπίσκεψιν. |
4 | Ὑπὲρ γὰρ ὑαλίνου σκεύους ὀλίγον πάνυ ἔλαιον ἔχοντος, πίθον ὑπερβλύσαντα ἐλαίου ἀπέδωκεν. |