monumenta.ch > Gregorius Magnus > 28G
Gregorius Magnus, Dialogi, 2, XXVII_L De solidis per miraculum debitori redditis. <<<     >>> XXVIII_L De ampulla vitrea in saxis proiecta et non fracta.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXVIII_G ΚΕΦΑΛ. ΚΗ′. Περὶ τοῦ ῥιφέντος ἀνακλασταρίου [sic] σὺν τῷ ἐλαίω, κατ᾽ ἐπιτροπὴν αὐτοῦ, καὶ μὴ κλασθέντος.

1 Κατ᾽ ἐκεῖνον τοίνυν τὸν καιρὸν καθ᾽ ὃν τὴν Καμπανίαν λιμὸς συνεῖχε βαρύτατος, τοῦ Χριστοῦ πιστὸς καὶ φρόνιμος οἰκονόμος οὐκ ἐπαύετο πᾶσι τοῖς ἐνδέεσι τὴν πρέπουσαν συμπαθῶς διανομὴν τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν ποιούμενος· ἕως οὗ πάντα ἐκ τοῦ μοναστηρίου ἐξέλιπον [Colb., μελανόμενον.], καὶ οὐδὲν ἕτερον ἧν ὑπολειφθὲν ἐν τῷ κελλαρίω τῆς μονῆς, εἰ μὴ βραχύ τι ἐλαίου ἐν ὑαλίνω σκεύει.
2 Εἷς δέ τις ὑποδιάκονος, τὴν προσηγορίαν Ἀγαπητὸς, ἦλθε πρός τὸν τοῦ Θεοῦ φίλον, πάνυ αὐτόν δυσωπῶν, ὅπως ἔλαιον ὀλίγον ἐπιτρέψῃ δοθῆναι αὑτῷ· δὲ θεσπέσιος οὗτος ἀνὴρ ὃς ἤδη πάντα ἐν τῇ διανοίᾳ θέμενος διανέμειν τε καὶ σκορπίζειν ἐν τῇ γῇ ἵνα ἐν τῷ οὐρανῷ τηρηθῶσιν, ἐκεῖνο τὸ βραχὺ τοῦ ἐλαίου, ὅπερ ἐν τῷ κελλαρίω τῆς μονῆς ἐναπέμεινεν, ἐκέλευσε τῷ αἰτοῦντι δοθῆναι.
3 μοναχὸς δὲ τὴν τοῦ κελλαρίου διακονίαν ἐγκεχειρισμένος, ὑπήκουσε μὲν τὴς τοῦ πατρὸς κελεύσεως, ἀλλὰ πληρῶσαι ταύτην οὐχ εἵλετο. Μετ᾽ ὀλίγον οὖν ἐπηρώτησεν πατὴρ τὸν κελλαράριον, εἰ τὸ βραχὺ ἐκεῖνο ἔλαιον δέδωκε τῷ αἰτήσαντι.
4 δὲ ἀποκριθεὶς ὡμολόγησε μὴ δεδωκέναι αὐτῷ, εἰπὼν πρὸς αὐτόν «Ὅτι ἐὰν ὁλον τὸ ἔλαιον ἐκεῖνο παρασχεθῆναι τῷ ἀνδρὶ κελεύσῃς, παντάπασι τοῖς ἀδελφοῖς οἰαδὸν παραμυθία οὐχ ὑπολειφθήσεται.
5 » Τότε θυμωθεὶς πρᾳότατος ἐκεῖνος ἀνὴρ προσέταξε τοῖς ἀδελφοῖς, ὅπως τὸ ῥηθὲν ὑάλινον σκεῦος, ἐν ᾧ τὸ ὀλίγον τοῦ ἐλαίου ἀπέμεινεν, διὰ τῆς θυρίδος ῥίψωσιν, ἵνα μὴ ἐν τῷ μοναστηρίω τι τῶν τῆς παρακοῆς ἐναπομείνῃ.
6 Γέγονε τοίνυν καθὼς μακάριος προσέταξεν. Ὑπὸ δέ θὴν θυρίδα ἐκείνην σωρὸς [Reg., ἐν τοῖς θαύμασιν.] ἦν λίθων πολλῶν καὶ μεγάλων, ἐφ᾽ ὧν ῥιφὲν τὸ εἰρημένον ὑάλινον τοῦ ἐλαίου σκεῦος οὕτω διέμεινε σῶον, ὡς μὴ ῥιφέν ποτε.
7 Οὔτε γὰρ ἀπὸ ὕψους ἀκοντισθὲν συνετρίβη, οὔτε τὸ ἔλαιον ἐξεχύθη. Ἐπέτρεψεν οὖν τίμιος οὗτος πατὴρ τοῦτο ἐνεχθῆναι, καὶ καθὼς ἦν ἀκέραιον, τῷ αἰτοῦντι δοθῆναι. Τότε συναχθέντων τῶν ἀδελφῶν, ἐνώπιον πάντων τὸν παρακούσαντα μοναχὸν διὰ τὴν ἀπιστίαν αὐτοῦ καὶ παρακοὴν διήλεγξε.
Gregorius Magnus HOME

bsb42114.107 csg213.52 csg214.47

Gregorius Magnus, Dialogi, 2, XXVII_L De solidis per miraculum debitori redditis. <<<     >>> XXVIII_L De ampulla vitrea in saxis proiecta et non fracta.
monumenta.ch > Gregorius Magnus > 28G