Gregorius Magnus, Dialogi, 2, CAPUT XXVII_G ΚΕΦΑΛ. ΚΖ′ Περὶ τῶν εὑρεθέντων ιγ᾽ νομισμάτων διὰ προσευχῆς τοῦ ἁγίου.
1 | Καὶ τὰ περὶ Περεγρίνου τοῦ μαθητοῦ τοῦ μακαρίου ἀνδρὸς Βενεδίκτου διηγηθέντα μοι οὐδαμῶς ἡγοῦμαι δίκαιον σιγῇ παραδοῦναι. Εἴρηκε γάρ μοι ὁ αὐτὸς, ὅτι ἔν τινι ἡμέρᾳ ἀνήρ τις πιστὸς ἀνάγκῃ χρέους συνεχόμενος, καὶ ὑπὸ τοῦ χρεοφειλέτου τὸ δάνειον ἀπαιτούμενος, καὶ μὴ ἔχων τὸ πόθεν ἀποδοῦναι, μεγίστην ἑαυτῷ εὐεργεσίαν γενέσθαι ἐπίστευσεν, εἰ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγένηται Καὶ δὴ πορευθεὶς προσέπεσεν τοῖς τοῦ ἁγίου ποσὶν, τὴν συνέχουσαν αὐτοῦ τοῦ χρέους τῶν δώδεκα νομισμάτων ἀνάγκην ἀπαγγέλλων. |
2 | Ὁ δὲ σεβάσμιος πατὴρ συμπαθῶς πρὸς αὐτὸν πρᾳείᾳ τῇ φωνῇ εἶπεν· «Ἀδελφὲ, συγχώρησον, ὅτι οὐδαμῶς ἔχω δώδεκα νομίσματα· ἀλλ᾽ ἄπελθε, καὶ μετὰ δύο ἡμέρας ὑπόστρεψον πρός με, οὐ γὰρ ἔχω σήμερου ὅπερ σοι παρασχεῖν ὀφείλω .»|gr Ἐν δὲ ταῖς δυσὶν ἡμέραις ἐκείναις ἦν ὁ πατὴρ σχολάζων ἐν τῇ προσευχῇ. |
3 | Τῇ οὖν τρίτῃ ἡμέρᾳ παρεγένετο ὁ ἀνὴρ ἐκεῖνος, ὅστις ὑπὸ τῆς ἀνάγκης τοῦ χρέους συνείχετο, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον. Ἄρκλα [sic] οὖν ὑπῆρχεν ἐν τῷ μοναστηρίω, ἥτις ἦν ὀσπρίου πλήρης· ὑπεράνω δὲ ταύτης αἰφνίδιον διὰ τῆς τοῦ θεοφόρου πατρὸς εὐχῆς, τρισκαίδεκα νομίσματα ηὑρέθησαν. |
4 | Ἅπερ ὁ σημειοφόρος Βενέδικτος ἐκέλευσεν ἐνεχθῆναι, καὶ τῷ τεθλιμμένω δοθῆναι ἀνδρὶ, εἰπὼν πρὸς αὐτόν· «Ἄπελθε, τέκνον, καὶ τὰ μὲν δώδεκα νομίσματα ἀπόδος τῷ χρεοφειλέτῃ , τὸ δὲ ἓν νόμισμα κάτεχε σεαυτῷ διὰ τὰς ἀναγκαίας σου χρείας. |
5 | Ἀλλ᾽ ἐπὶ τὸ προκείμενον ἡμῖν ἐπανιτέον αὖθις διηγουμένοις τὰ τοῦ σημειοφόρου πατρὸς θεῖα τεράστια, ἅπερ παρὰ τῶν αὐτοῦ φοιτητῶν τῶν ἐν ταύτῃ τῇ βίβλω ἀνωτέρω μνημονευθέντων, ἀκοῇ παρείληφα. |
6 | Ἤν τις ἀνὴρ ὅστις εἶχεν ἕτερον ζηλοτυποῦντα αὐτῷ, καὶ ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον. Ὁ οὖν μισόκαλος δαίμων ἐπὶ τοσοῦτον ἐμμανῶς τοῦτον συνώθησεν, ὥστε θανατηφόρον ἐπινοήσασθαι κατ᾽ αὐτοῦ δηλητήριον, καὶ τοῦτο ἀγνοοῦντα τὸν ἄνδρα πιεῖν παρεσκεύασεν , ἵνα τοῦτον τῆς προσκαίρου ζωῆς θᾶττον ἀπαλλάξῃ. |
7 | Καὶ ὁ μὲν ἀνὴρ τὸ δηλητήριον πεπωκὼς οὐ τέθνηκεν· ἀλλ᾽ ἐκχυθείσης ἐν ὅλω τῷ σώματι αὐτοῦ τῆς ἐλεφαντίας τὸ εἶδος, ἐλεεινὸν θέαμα τοῖς ἁπάντων ὀφθαλμοῖς προὔκειτο. Εἶτα πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπενεχθεὶς, τὴν προτέραν ὑγείαν ταχέως ἀπέλαβε. |
8 | Τῇ γὰρ σημειοφόρω αὐτοῦ δεξιᾷ ἁψάμενος τοῦ σώματος αὐτοῦ πᾶσαν ἀπὸ τοῦ δέρματος αὐτοῦ τὴν τῆς ἐλεφαντίας νόσον ἑφυγάδευσεν. |