1 | Νομίζω μηδὲ τοῦτο σιγῆς ἄξιον ὑπάρχειν, ὅπερ ἰλλουστρίω ἀνδρὶ [Reg., ζυγομαχοῦντες.] Ἀντωνίω τοῦνομα διηγουμένω ἤκουσα, ὄστις ἔλεγε τοῦ πατρὸς αὑτοῦ παῖδα ἐπίχυσιν ἐλεφαντίας ὑπομείναντα, καὶ λοιπὸν τῶν τριχῶν αὐτοῦ πεπτωκυιῶν, τὸ δέρμα αὐτοῦ ἐφυσήθη. |
2 | Εἶτα προἳούσης τῆς νόσου λαθεῖν οὐκ ἠδύνατο. Πρὸς δὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ ὑπὸ τοῦ ἑαυτοῦ πατρὸς ἀπεστάλη, καὶ ἐν τῇ προτέρᾳ ὑγείᾳ ὁ παῖς ἀποκατασταθεὶς, τῷ οἰκείω γεννήτορι μετά πάσης σπουδῆς ἀπεδόθη. |