monumenta.ch > Gregorius Magnus > 25G
Gregorius Magnus, Dialogi, 2, XXIV_L De puero monacho quem sepultum terra proiecit. <<<     >>> XXV_L De monacho qui de monasterio discedens, draconem in itinere invenit.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXV_G ΚΕΦΑΛ. ΚΕ′. Περὶ τοῦ ἐξελθόντος μοναχοῦ τῆς μονῆς, οὗτινος ἐν τῇ ὁδῷ δράκων ὑπήντησεν.

1 ΓΡΗΓΟΡΙΟΣ. Ἦν τις ἐκ τῶν μοναχῶν τῆς μονῆς τοῦ ὁσίου πατρὸς Βενεδίκτου, ὅστις τῷ τῶν λογισμῶν ῥεμβασμῷ ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος κυριευθεὶς, τῇ τοῦ κανόνος ἀκριβεστάτῆ παραδόσει στοιχίσαι [Colb. οὖν.] οὐδαμῶς ἤθελεν.
2 δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτον νουθετῶν οὐ διέλειπε, καὶ συνεχῶς παιδεύων οὐκ ἠμέλησεν. Ἐκεῖνος δὲ οὐχ εἵλατο τῆς τοῦ πατρὸς ὑπακοῦσαι παραινέσεως, ἀλλὰ καὶ ἀναιδῶς τῷ ἁγίω προσπίπτων οὐκ ἐπαύετο, ἵνα ἐαθῇ ὑπ᾽ αὐτοῦ πρὸς τοὺς ἑαυτοῦ γονεῖς πορευθῆναι.
3 Ἐν μιᾷ οὖν ἡμέρᾳ [Vulgati ὑπαντήσας, contradicentibus mss. et repugnante sensu.] σεβάσμιος πατὴρ ὑπὸ τῆς αὐτοῦ παρακλήσεως ὀχληθεὶς, ἐν θυμῷ ἐκέλευσεν ἵνα τῆς μονῆς ὑποχωρήσῃ. Ὅστις εὐθέως ἡνίκα ἐκ τοῦ μοναστηρίου ἐξῆλθε, κατενώπιον αὐτοῦ ἐν τῇ ὁδῷ δράκοντα ἀνεωγμένω [Mss. φραγέλλιον.] τῷ στόματι εὗρε, καταπιεῖν τοῦτον θέλοντα.
4 ἤρξατο οὖν αὐτὸς τρέμειν καὶ [Iidem, ἤρξατο.] ψηλαφῶν μεγίσταις φωναῖς κράζων ἔλεγε «Δράμετε, δράμετε, ὅτι δράκων οὗτος καταφαγεῖν με θέλει.» Δραμόντες [Mss., ἅστᾳ τύπτειν καὶ ταῖς πτερνιστῆσιν πλήττειν.] δὲ ὁμοῦ δύο ἀδελφοὶ, τὸν μὲν δράκοντα οὐκ ἐθεωρήσαντο, τρέμοντα δὲ, καὶ ψηλαφῶντα τὸν μοναχὸν εὑρόντες, εἰς τὸ μοναστήριον ὑπέστρεψαν.
5 Ὅστις εὐθέως ὑπέσχετο μηδέποτε ἐκ τοῦ μοναστηρίου ἐξιέναι, ἀποστῆναι. Ἀπὸ οὖν τῆς ὥρας ἐκείνης ἐν τῇ ἑαυτοῦ ὑποσχέσει ὑπέμεινε, καὶ ταῖς τοῦ ἁγίου ἀνδρὸς εὐχαῖς τειχισθεὶς, τὸν κατέναντι αὐτοῦ ἑστῶτα δράκοντα, ὅντινα πρότερον μὴ ὁρῶν ἠκολούθει, τοῦτον οὐδαμῶς τοῦ λοιποῦ ἐθεάσατο.
Gregorius Magnus HOME

bsb42114.105 csg213.51 csg214.45