Gregorius Magnus, Dialogi, 2, CAPUT XXIV_G ΚΕΦΑΛ. ΚΔ′. Περὶ τοῦ μοναχοῦ τοῦ παρὰ γνώμην τοῦ ἁγίου εἰς τοὺς γονεῖς ἀπελθόντος, κᾀκεῖ τελειωθέντος.
1 | ΓΡΗΓΟΡΙΟΣ. Ἄλλοτε πάλιν μοναχός τις νεανικῶς βιῶν, τῆς μονῆς τοῦ ἀνθρώπου τοῦ Θεοῦ ὑπάρχων, τοὺς ἑαυτοῦ κατὰ σάρκα γονεῖς ὑπὲρ μέτρον ἀγαπῶν, καὶ ἐν τῇ οἰκίᾳ αὐτῶν συνεχῶς ἄνευ τῆς τοῦ ἁγίου πατρὸς παραθέσεως ἀπερχόμενος, συνέβη ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες αὐτῷ πρὸς τοὺς γονεῖς παραγενέσθαι· εἰσελθόντος δὲ αὐτοῦ ἐν τῇ οἰκίᾳ, ἐτελεύτησεν. |
2 | Εἶτα κηδεύσαντες αὐτὸν, καὶ ταφῇ παραδόντες, τῇ ἑξῆς ἡμέρᾳ τὸ σῶμα αὐτοῦ ἔξω εὗρον ἐῤῥιμμένον. Καὶ τοῦτο πάλιν θάψαντες, εὐθὺς ὑπὸ τῆς γῆς ἐκβρασθὲν ὡς τὸ πρότερον ἐθεάσαντο. Ταῦτα οὖν ἑωρακότες οἱ αὐτοῦ κατὰ σάρκα γονεῖς, πρὸς τὸν συμπαθέστατον πατέρα Βενέδικτον μετὰ μεγίστου κλαυθμοῦ προσέδραμον, δεόμενοι ὅπως διὰ της ἐνούσης ἐν αὐτῷ θείας χάριτος οίκτειρήσας τὸν οὕτως ἀθλίως θανόντα, προστάξῃ τοῦτον ὑπὸ τῆς γῆς κατασχεθῆναι. |
3 | Ἑωρακὼς οὖν ὁ μακάριος τὴν κατώδυνον αὐτῶν καρδίαν, λαβὼν ἀπὸ τοῦ δεσποτικοῦ σώματος μερίδα μίαν δέδωκεν ἐν τῇ χειρὶ αὐτῶν, εἰπὼν πρὸς αὐτούς· «Ἀπέλθετε, καὶ τοῦτο δεσποτικὸν σῶμα ἐπάνω τοῦ στήθους αὐτοῦ βαλόντες τῇ προσηκούσῃ ταφῇ παραδίδοτε. |
4 | » Τοῦτο οὖν πεποιηκότες οἱ τοῦ τεθνεῶτος γονεῖς, οὐκέτι ὑπὸ τῆς γῆς ἐξεῤῥίφη τὸ ταφὲν σῶμα, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου πρόσταξιν, ἔμεινεν κατασχεθὲν ὑπὸ τῆς γῆς. Ὁρᾷς, Πέτρε, ποίας κατακρίσεως παρὰ Ἰησοῦ Χριστοῦ ἠξιώθη ἐκεῖνος ὁ ἀνήρ· ὄτι τὸ σῶμα αὐτοῦ ἡ γῆ ἀπέῤῥιψεν, διότι τὴν τοῦ μακαρίου Βενεδίκτου εὐμένειαν οὐκ ἔσχεν. |
5 | ΠΕΤΡ. Θαυμάζω ἀληθῶς, καὶ σφόδρα ἐκπλήττομαι. |