monumenta.ch > Gregorius Magnus > 23G
Gregorius Magnus, Dialogi, 2, XXII_L De fabrica monasterii Tarracinensis per visionem ab eo disposita. <<<     >>> XXIII_L De sanctimonialibus quae post mortem per eius oblationem communioni Ecclesiae sunt redditae.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXIII_G ΚΕΦΑΛ. ΚΓ′. Περὶ τῶν χωρισθεισῶν παρ᾽ αὐτοῦ τῆς κοινωνίας μοναστριῶν.

1 ΓΡΗΓΟΡΙΟΣ. Σπανίως, Πέτρε, καὶ αὐτὴ συνήθης αὐτοῦ διάλεκτος ἠστόχει θείας δυνάμεως· ὑπὸ γὰρ τῆς τῶν σημείων ἐνεργείας τοῦ μακαρίου φωνὴ βριθομένη, ἐνεργὴς ὑπῆρχε καὶ οὐ διάκενος.
2 γὰρ τὴν ἑαυτοῦ καρδίαν ἐν τοῖς ὑψηλοῖς ἀνατείνας οὐδαμῶς ἐκ τῶν προερχομένων ἐκ τοῦ στόματος αὐτοῦ λόγων, κενόν τινα διαπίπτοντα εὑρίσκεσθαι [sic]. Εἰ δὲ καὶ συμβέβηκέ ποτε σὺν ἀπειλῇ φθέγγεσθαι αὐτὸν, λίαν δυνατὸς ἦν τούτου λόγος· διότι οὐ μετὰ δειλίας, σκέψεως, ἀλλὰ δι᾽ ἀποφάσεως σοφῶς ἐπετίμα.
3 Ἐπεὶ οὖν οὐ μακρὰν τοῦ μοναστηρίου αὐτοῦ δύο τινὲς παρθένοι ἀσκήτριαι εὐγενεστάτου γένους τυγχάνουσαι ἐν τῷ ἑαυτῶν ἀνεστρέφοντο οἴκω, ἀνὴρ δέ τις σπουδαῖος καὶ εὐλαβὴς τὴν λειτουργίαν τῆς αὐτῶν χρείας τε καὶ οἰκονομίας συνήθως διηκόνει· ἀλλ᾽ τοῦ γένους εὐγένεια οὐ πᾶσι συμβαίνει πρόξενος γίνεσθαι τῆς τοῦ νοὸς νήψεως, ἵνα ἑαυτοὺς ἐν τῷδε τῷ κόσμω βδελυξάμενοι μηδὲν πλέον ἑαυτοὺς τῶν ἄλλων ἡγήσωνται εἶναι.
4 Τοῦτο δὲ εἰ ἔγνωσαν καὶ διὰ μελέτης ἐποιοῦντο, οὐκ ἂν αἱ προῤῥηθεῖσαι ἱεραὶ θήλειαι τὴν ἑαυτῆς [Reg., ἐν θαύμασιν μεγίστοις καὶ παρὰ τῶν προλεχθέντων γονέων . . . ἐλευθερίας τυχὼν, εἰς ἐκεῖνον . . .] γλῶσσαν δίκην ξηροῦ κατὰ τοῦ σπουδαιοτάτου ἐκείνου ἀνδρὸς τοῦ τὴν ὑπηρεσίαν προθύμως αὐταῖς τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν προσπορίζοντος, εἰς ὕβρεις ἠκόνησαν, καὶ εἰς θυμὸν τοῦτον ἐκίνησαν.
5 δὲ εὐλαβὴς ἐκεῖνος ἀνὴρ μηκέτι λοιπὸν δυνάμενος ὑπενέγκαι τὴν ὑπερβάλλουσαν τῶν θηλειῶν εἰς αὐτὸν [Reg., Ἐν πᾶσι τῇ ζωῇ αὐτοῦ ὑποδείγματα θαυμαστῆς διαγωγῆς ὑπέδειξεν. Colb. habet, ἔδωκεν, pro δέδωκεν.] γινομένην ἀτιμίαν, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παρεγένετο, καὶ τὴν τῶν παρθένων ἐστηλίτευσεν ἀχάριστον γνώμην, καὶ πόσας ὕβρεις παρ᾽ αὐτῶν ἐδέξατο ἀνέθετο τῷ ἁγίω.
6 δὲ σημειοφόρος πατὴρ Βενέδικτος ταῦτα ἀκούσας περὶ τῶν παρθένων, ἐδὴλωσεν αὐταῖς, λέγων· «Διορθώσασθε ἑαυτὰς καὶ τὴν γλῶσσαν ὑμῶν σωφρονίσατε, ἐπεὶ ἐὰν μὴ διορθώσησθε, ἀκοινωνήτους ὑμᾶς ποιῶ.
7 » Ταύτην οὖν τὴν τῆς ἀκοινωνησίας ἀπόφασιν, οὐχ᾽ ὡς δεσμῶν αὐτὰς ἐν τῷ τοῦ ἐπιτιμίου χωρισμῷ ἀπέστειλεν, ἀλλὰ σοφῶς τε καὶ πατρικῶς τὴν ἐκείνων ἀχάριστον προαίρεσιν βελτιῶσαι βουλόμενος; ἐκεῖναι δὲ τῆς οἰκείας ἀφροσύνης οὐκ ἀπέστησαν, οὐδὲ λόγον ἐποιήσαντο τῆς τοῦ ἁγίου παραινέσεως.
8 Μετ᾽ ὀλίγας οὖν ἡμέρας αἱ προῤῥηθεῖσαι παρθένοι τέλει τοῦ βίου ἐχρήσαντο, καὶ ἐν τῇ ἐκκλησίᾳ ἐτάφησαν. Ἡνίκα δὲ ἐν τῇ αὐτῇ ἐκκλησίᾳ τῆς θείας λειτουγίας αἱ συνάξεις ἐπετελοῦντο, καὶ κατὰ τὸ σύνηθες διάκονος ἐκραζεν· «Εἴ τις οὐ κοινωνεῖ, ἐξέλθῃ τῆς ἐκκλησίας ἐξω,» τροφὸς τῶν ῥηθεισων παρθένων, ἥτις ὑπὲρ αὐτῶν συνήθως προσφορὰν τῷ κυρίω, προσέφερε, τὰς αὑτὰς δύο παρθένους εκ τῶν μνημάτων αὑτῶν προερχομένας, καὶ ἀπὸ τῆς ἐκκλησίας ἐξερχομένας ἐθεώρει.
9 Ὡς δὲ πολλάκις τοῦτο γινόμενον ἐθεάσατο, καὶ πρὸς τὴν τοῦ διακόνου ἐκφώνησιν ἐκείνας ἐξερχομένας ἐκ τῶν μνημάτων, καὶ ἐν τῇ ἐκκλησίᾳ μένειν μὴ δυναμένας, εἰς μνήμην ἐλθοῦσα ῥηθεῖσα τούτων τροφὸς, ὅτιπερ τοῦ Θεοῦ ἄνθρωπος ἐτι ζώσαις αὐταῖς ἐδὴλωσε, καὶ τῆς τῶν θείων μυστηρίων μεταλήψεως ταύτας στερῆσαι εἶπεν, ἐὰν μὴ τὰ ἑαυτῶν ἤθη καὶ τοὺς λόγους διορθώσωνται [Reg., καταβάσεως.], μετὰ σπουδῆς πρὸς τὸν τοῦ Θεοῦ δοῦλον [Mss., ἐκ τῶν ὑποδειγμάτων.] Βενέδικτον παραγίνεται, καὶ σὺν ὀδυρμῷ πολλῷ πρὸς τοῖς ποσὶν αὐτοῦ κυλινδουμένη, τὴν οὐκτου καὶ φρίκης μεστὴν ἐκείνην θεωρίαν, ἥνπερ τοῖς ὀφθαλμοῖς τοῖς οἰκείοις ἐθεάσατο, ἀνήγγειλεν τῷ πατρί.
10 δὲ ἅγιος ταῦτα ἀκούσας, καὶ ὑπὸ τῆς συνούσης αὐτῷ συμπαθείας κινηθεὶς, λαβὼν μίαν προσφορὰν ἔδωκεν [Mss., κατέλειπεν.] ἐν τῇ χειρὶ αὐτῆς, εἰπὼν πρὸς αὐτήν· «Ἄπελθε, καὶ ταύτην τὴν προσφορὰν ὑπὲρ αὐτῶν τῷ κυρίω προσενεχθῆναι ποίησον, καὶ τοῦ λοιποῦ οὐκ ἔσονται ἀκοινώνητοι.
11 » Τῆς τοίνυν προσφορᾶς ὑπὲρ αὐτῶν προσενεχθείσης τῷ κυρίω, καὶ τοῦ διακόνου κατὰ τὸ σύνηθες κράζοντος, ἵνα οἱ μὴ μεταλαμβάνοντες ἐξέλθωσι τῆς ἐκκλησίας, οὐκ ἔτι λοιπὸν ἐθεωρήθησαν ὑπὸ τῆς τούτων τροφοῦ ἐκβαίνουσαι τῆς ἐκκλησίας.
12 Ὅθεν πιστεύομεν ἐκτὸς πάσης ἀμφισβητήσεως, ὅτι ἡνίκα παρὰ τοῦ ἁγίου δοθεῖσα προσφορὰ ὑπὲρ αὐτῶν ἐθύθη, παραυτὰ τῆς συγχωρήσεως ἠξιώθησαν, καὶ τὴν τῆς ὁσίας κοινωνίας μετάληψιν παρὰ κυρίου διὰ τοῦ μακαρίου Βενεδίκτου ἐδέξαντο.
13 ΠΕΤΡ. Θαυμαστὸν σφόδρα ἐστὶν εἰ [redundat gr|εἰ]|gr τοῦτον τὸν σεβάσμιον καὶ ἁγιώτατον ἄνδρα [Iidem Cod., σαβάσμιά εἰσι.] ἐν ταύτῃ τῷ ζωῇ ὄντα καὶ φθαρτῇ σαρκὶ ἰσψύειν ψυχὰς λῦσαι ἐν αὐτῷ λοιπὸν τῷ ἀοράτω κριτηρίω τεταγμένας.
14 ΓΡΗΓΟΡ. Μή τι οὖν, Πέτρε, ἐν ταύτῃ τῃ σαρκὶ ἔτι οὐκ ἦν παρὰ Θεοῦ ἀκούσας, «Ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον καὶ ἐν τοῖς οὐρανοῖς; χαὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον καὶ ἐν τοῖς οὑρανοῖς;» οὖτινος καὶ νῦν τὴν τάξιν ἐπικρατοῦσιν, δεσμεύοντες καὶ λύοντες, οἱ τὸν θρόνον τοῦ ἁγίου Ἀποστόλου καὶ ποιμένος τῇ πίστει καὶ τοῖς ἤθεσι κοσμοῦντες.
15 Ἵνα οὖν δόξης τοσαύτης γήἳνος ἄνθρωπος καταξιωθῇ, οὐρανοῦ καὶ γῆς ποιητὴς ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν κατῆλθε, καὶ ἵνα σὰρξ ἐκ τοῦ πνεύματος κρῖναι δυνηθείη, ταῦτα αὐτῇ παρασχεῖν ἠξίωσε, [Addit Gemet., quomodo proiectus de Caballo fuerit.] Θεὸς ὢν γέγονε διὰ τοὺς ἀνθρώπους σάρξ.
16 Ἔξω δὲ αὐτοῦ ἀσθένεια ἡμῶν· οὐ γὰρ ὑπ᾽ αὐτῆς τοῦ Θεοῦ δυναστεία ἠσθένησεν.
17 ΠΕΤΡ. Μετὰ τῆς τῶν σημείων δυνάμεως καὶ τῶν ῥημάτων ἀπολογία προσφόρως ἐξεφωνήθη
Gregorius Magnus HOME

bsb42114.102 csg213.50 csg214.44

Gregorius Magnus, Dialogi, 2, XXII_L De fabrica monasterii Tarracinensis per visionem ab eo disposita. <<<     >>> XXIII_L De sanctimonialibus quae post mortem per eius oblationem communioni Ecclesiae sunt redditae.
monumenta.ch > Gregorius Magnus > 23G