monumenta.ch > Gregorius Magnus > 22G
Gregorius Magnus, Dialogi, 2, XXI_L De ducentis farinae modiis famis tempore ante viri Dei cellam inventis. <<<     >>> XXII_L De fabrica monasterii Tarracinensis per visionem ab eo disposita.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXII_G ΚΕΦΑΛ. ΚΒ′. Περὶ τοῦ κατ᾽ ὄναρ χρηματισμοῦ, ἕνεκεν τῆς οἰκοδομῆς τῆς ἐν Τεῤῥακίν;ͅ μονῆς.

1 ΓΡΗΓΟΡΙΟΣ. Ἐν ἑτέρω καιρῷ τὸν νοῦν πεφωτισμένος πατὴρ Βενέδικτος παρεκλήθη ὑπό τινος πιστοῦ καὶ εὐλαβεστάτου ἀνδρὸς, ὅπως διὰ τῆς αὐτοῦ ἐπιτροπῆς καὶ συνδρομῆς, ἐν τῷ ἑαυτοῦ χωρίω πλησίον διακειμένω τῆς Τεῤῥακίνων πόλεως, [Reg, ἐπάρω.] ἵνα ἀποστείλας τινὰς τῶν ἑαυτοῦ μαθητῶν, οἰκοδομήσῃ αὐτόθι μοναστήριον.
2 Καὶ δὴ εἴξας τῇ αὐτοῦ παρακλήσει, καλέσας οὓς ἔδοξεν αὐτῷ ἀποστεῖλαι, ὥρισεν αὐτοῖς, πατέρα καταστήσας δὲ καὶ οἰκονόμον [Huius meminit Martyrol. Rom., die 16 Ian.], ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ, οἷς καὶ ὑπέσχετο διαβεβαιούμενος, καὶ λέγων.
3 «Ἀπέλθετε ἀδελφοὶ, καὶ τῇδε τῇ ἡμέρᾳ ἐγὼ παραγίνομαι πρὸς ὑμᾶς, καὶ ὑποδεικνύω ὑμῖν ἐν ποίω τόπω τὸ εὐκτήριον ὀφείλει [Is esse videtur cuius encomium legitur apud Cassiod., l. IX, epist. 23.] οἰκοδομηθῆναι, καὶ ἐν ποίω τόπω τὸ ἀριστητήριον τῶν ἀδελφῶν, καὶ ἐν ποίω τόπω τὸ εἰς ὑποδοχὴν τῶν ξένων, καὶ τὰ ἄλλα πάντα ἅπερ χρεία παιτεῖ γενέσθαι.
4 » Οἵτινες τὴν τοῦ ἁγίου εὐχὴν λαβόντες εὐθέως ἐπορεύθησαν, καὶ συναγαγόντες [Mss. pler., Samniae. Pratell. et Germ. hic habent Samniae, et postea Samnii.] τὰ Πρὸς τὴν τῆς οἰκοδομῆς χρείαν ἅπαντα, καὶ τὸν τόπον περικαθάραντες ἡτοίμασαν παντα, ἵνα τοῦ τιμίου πατρὸς παραγενομένου κατὰ τὴν οἰκείαν ὑπόσχεσιν τὴν τοῦ κτίσματος διάταξιν ποιήσηται.
5 Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐπιφωσκούσης τῆς ἡμέρας ἐν ᾗ τὴν ἑαυτοῦ παρουσίαν ἅγιος καθυπέσχετο, ὤφθη τῷ ἐκεῖσε παρ᾽ αὐτοῦ προβληθέντι ἡγουμένω καὶ τῷ οἰκονόμω αὐτοῦ, ἐν ὁράματι ὑποδεικνύων αὐτοῖς τοὺς τῆς οἰκοδομῆς τόπους, καὶ σχεδὸν εἰπεῖν πάντα μετὰ ἀκριβείας ἐχρῆν γενέσθαι αὐτόθι διετάξατο αὐτοῖς.
6 Ἀναστάντες [Plurima miracula ad commendandam abstinentiam facta referuntur. Simile pene lege apud Sulpicium Severum, dialogo 3, de virtutibus sancti Martini, c. 13. Ad primum iactum reti permodico immanem esocem diaconus extraxit, Martino, qui, etiam in feriis Paschalibus, a carnibus abstinebat, apponendum.] οὖν τε ἀββᾶς τῆς μονῆς, καὶ τούτου οἰκονόμος μετὰ φόβου καὶ χαρᾶς μεγάλης θάτερος θατέρωω τὴν ὑπὸ τοῦ ἁγίου φανεῖσαν αὐτοῖς ὀπτασίαν διηγήσατο. Πιστωθέντες οὖν διὰ τῆς ὑπὸ τοῦ ἀνθρώπου τοῦ Θεοῦ φανείσης αὐτοῖς ὀπτασίας, τε προεστὼς τῆς μονῆς σὺν τohtigr;ͅ οἰκονόμω τὴν τοῦ χριστοφόρου ἀνδρὸς σωματικὴν ἐξεδέχοντο παρουσίαν.
7 Ὡς δὲ παρῆλθε λοιπὸν τῆς ὁρισθείσης προθεσμίας ἡμέρα ἐν ᾗ ἔδει αὐτὸν πρὸς αὐτοὺς αἰσθητῶς παραγενέσθαι, καὶ τῆς προσδοκίας ἀποτυχόντες, ἐλυπήθησαν σφόδρα. Παραγενόμενοι δὲ πρὸς αὐτὸν τὴν αἰτίαν ᾔτουν μαθεῖν δι᾽ ἣν πρὸς αὐτοὺς οὐ παραγέγονε, καὶ λυπούμενοι ἐνεκάλουν αὐτῷ, λέγοντες· «Πάτερ ὅσιε, καθὼς ὑπέσχου τὴν σὴν ἄφιξιν ἐξεδεχόμεθα, ἵνα ὑποδείξῃς ἡμῖν τὴν τῶν οἰκοδομημάτων τοποθεσίαν.
8 » Πρὸς οὺς τοῦ Θεοῦ φίλος [Nonnulli Editi, de fonte.] ἀποκριθεὶς, εἶπε «Διατί, ἀδελφοὶ, διατί ταῦτα οὕτω λέγετε πρός με; οὐχὶ καθὼς ὑπεσχόμην παραγέγονα πρὸς ὑμᾶς;» Εκείνων δὲ εἰπόντων, «ὅτι φύσει, πάτερ, οὐ παραγέγονας πρὸς ἡμᾶς,» αὐτὸς ἀπεκρίθη λέγων «Μὴ οὐκ ὤφθην ὑμῖν ἀμφοτέροις καθεύδουσι; καὶ ὑπέδειξα πῶς ὀφείλει τοῦ μοναστηρίου κτισθῆναι τοποθεσία; ἀπέλθετε, καὶ καθὼς διὰ τῆς ὀπτασίας ἐθεάσασθε, καὶ τῇ χειρὶ ὑμῖν ὑπέδειξα, οὕτως οἰκοδομήσατε.
9 » Οἱ δὲ ταῦτα ἀκούσαντες, καὶ λίαν θαυμάσαντες, ἐν τῷ προλεχθέντι χωρίω ὑπέστρεψαν, καὶ πάντα τὰ τοῦ μοναστηρίου οἰκοδομήματα, καθὼς διὰ τῆς ὀπτασίας ἐτυπώθησαν, οὕτω καὶ ᾠκοδόμησαν.
10 ΠΕΤΡ. Διδαχθῆναι θέλω ποίᾳ τάξει γενέσθαι δύναται, ἵνα μήκοθεν ἀπέλθῃ ἀπόκρισις πρὸς καθεύδοντας ἄνδρας, ὅπερ οἱ ἅγιοι δι᾽ ὀπτασίαν ἤκουσας καὶ ἐγνώρισαν.
11 ΓΡΗΓ. Ἵνα τί ἐρευνῶν διστάζεις, Πέτρε, περὶ τοῦ κατὰ τάξιν γεγονότος κεφαλαίου; ἀγνοεῖς ὅτι τοῦ πνεύματος φύσις κινητική ἐστιν ὑπὲρ τὸ σῶμα; ἀληθῶς τῆς γραφῆς μαρτυρούσης ἀκηκόαμεν.
12 ὅτι προφήτης Ἀμβακοὺμ ἐκ τῆς Ἰουδαίας ὑψωθεὶς ἄφνω εἰς τὴν τῶν Χαλδαίων γῆν σὺν τῷ ἀρίστω ᾧ ἦν ἑαυτῷ ἑτοιμάσας, πρὸς τὸν προφήτην Δανιὴλ παραγέγονε, καὶ τοῦτον ἐμπλήσας ἐν τῇ Ἰουδαίagr;ͅ πάλιν ἑαυτὸν εὗρεν; Εἰ οὖν προφήτης Ἀμβακοὺμ ἐκ τοσούτου μεγίστου διαστήματος ὑπὸ Θεοῦ μετάρσιος γεγονὼς, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ σωματικῶς Δανιὴλ τῷ προφήτῃ ἄριστον παραγενόμενος προκεκόμικε [Gemet. et Pratel., qui Flundis. Fundi urbs est nunc episcopalis in Latio.], τί θαυμαστὸν εἰ πατὴρ Βενέδικτος διὰ προσευχῆς ἐν πνεύματι ἁγίω μετάρσιος γέγονε, καὶ τοῖς δυσὶν ἤγουν τῷ ἡγουμένω καὶ τῷ αὐτοῦ οἰκονόμω ὤφθη, καὶ περὶ τῆς οἰκοδομῆς τῆς μονῆς διετάξατο, ὃν τρόπον δὲ προφήτης τὴν σωματικὴν τροφὴν ἐπιφερόμενος πρὸς Δανιὴλ τὸν προφήτην σωματικῶς παραγέγονε, τὸν αὐτὸν δὴ τρόπον καὶ πατὴρ Βενέδικτος ἐν πνεύματι πρὸς τοὺς μαθητὰς παραγέγονε, βρῶσιν ἀθάνατον αὐτοῖς ἐπιφερὸμενος, τουτέστι τὴν τῆς μονῆς σύστασιν καὶ οἰκοδομήν;
13 ΠΕΤΡ. Τῇ δεξιᾷ χειρὶ τῆς ψυχωφελοῦς [Sic legendum ex Mss. non, evidentissima signa sua, ut ferunt Editi. Quam sententiam ad se trahunt heterodoxi, ut probent hominem certo debere credere non tantum se esse iustum, verum etiam electum. Refelluntur autem a Theodoro Petreio Carthusiano Confession. Greg., l. II, c. 4, n. 7.] καὶ σωτηριώδους διηγήσεως ἐκμαξάμενος τὴν ἐν τῇ διανοίᾳ μου ἐνοῦσαν δειλίαν ἀκμάζουσαν τὴν τῆς ἐρωτήσεως προθυμίαν ἀπειργάσω, ἀλλ᾽ ἤθελον γνῶναι ὁποῖος ὑπῆρχεν ἀνὴρ οὗτος ἐν τῇ κοινῇ συντυχίᾳ.
Gregorius Magnus HOME

bsb42114.100 csg213.49 csg214.42

Gregorius Magnus, Dialogi, 2, XXI_L De ducentis farinae modiis famis tempore ante viri Dei cellam inventis. <<<     >>> XXII_L De fabrica monasterii Tarracinensis per visionem ab eo disposita.
monumenta.ch > Gregorius Magnus > 22G