monumenta.ch > Gregorius Magnus > 21G
Gregorius Magnus, Dialogi, 2, XX_L De cogitatione monachi superba a Dei viro cognita. <<<     >>> XXI_L De ducentis farinae modiis famis tempore ante viri Dei cellam inventis.

Gregorius Magnus, Dialogi, 2, CAPUT XXI_G ΚΕΦΑΛ. ΚΑ′. Περὶ τοῦ εὑρεθέντος ἀλεύρου ἐν καιρῷ λιμοῦ ἔμπροσθεν τῆς τοῦ ἁγίου κέλλης.

1 Ἐν ἄλλω τοίνυν καιρῷ ἐν τοῖς τῆς Καμπανίας μέρεσι, λιμὸς γέγονε καὶ τῶν ἀναγκαίων βρωμάτων πάντων στένωσις Σπάνη οὖν σίτου καὶ τῷ τοῦ ἁγίου φροντιστηρίω ὑπῆρχε καὶ λεῖψις τῶν ἄρτων· ὥστε μὴ πλείους πέντε ἄρτων εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς τῶν ἀδελφῶν ἑστιάσεως.
2 Ἰδὼν δὲ αὐτοὺς τίμιος πατὴρ σκυθρωπάζοντας τὴν ὀλιγοψυχίαν αὐτῶν τῇ ἑαυτοῦ πρᾳοτάτῃ διορθώσει, καὶ ἀληθεῖ ὑποσχέσει διαστήσας, ἔλεγεν· «Ἵνα τί περίλυποί ἐστε ἕνεκεν τῆς τῶν ἄρτων λείψεως; σήμερον μὲν οὖν λεῖψιν ἔχετε, αὔριον δὲ πλησμονὴν τῶν ἀναγκαίων ἀφθόνως ἕξετε.
3 » Καὶ τῇ ἑξῆς ἡμέρᾳ τῇ τοῦ Θεοῦ ὀκονομίᾳ ἀλεύρου μοδίους διακοσίους ἔμπροσθεν τῆς πύλης τοῦ μοναστηρίου ἐν σακκίοις [Reg. ταλαιπωρίᾳ τοίνυν ἡ ψυχή μου συνέχεται, τῆς ἑαυτοῦ ἀσχολίας, νυσσομένη τῷ, etc. Colb., νυσσομένη τῶ πράγματι.] εὗρον· ἅπερ πρύτανις πάντων Θεός τισιν ἐπιφερομένοις ἐνεφοίτησεν, καὶ τὴν τούτων ἀπόθεσιν ἐνώπιον τῆς τοῦ μοναστηρίου πύλης ἐποίησεν, οἵ τινες τὸ παράπαν ἄγνωστοι τοῖς ἀδελφοῖς ὑπῆρχον.
4 Ἀγαλλιασθέντες οὖν ἐπὶ τῇ παραδόξω τοῦ ἁγίου θαυματοποιΐᾳ, τῷ Θεῷ δόξαν ἀνέπεμψαν, μαθόντες λοιπὸν μὴ δυσφορεῖν ἐν λιμῷ, εἴποτε τύχοιτοῦ τον συμβῆναι, ἐνέχειρον [Reg., καὶ μετὰ τὸ ὡραῖον κάλλος αὐτῆς τῆς ἀἳδιότητος τῷ κονιορτῷ τῆς γηΐνης πράξεως συνοζένει, etc.] ἔχοντες τὴν τοῦ ἁγίου πρὸς Θεον παῤῥησίαν.
5 ΠΕΤΡ. Εἰπὲ, δυσωπῶ, τὸ πνεῦμα τῆς προφητείας διαπαντὸς ἐν τῷ ἀνθρώπω τοῦ Θεοῦ ἦν, ἐν διαφόροις καιροῖς ἐν αὐτῷ ἐνήργει;
6 ΓΡΗΓ. Τῆς προφητείας τὸ πνεῦμα, Πέτρε, τῶν προφητῶν τὸν νοῦν οὐ πάντοτε εἴωθεν λαμπρύνειν· καθάπερ γὰρ περὶ τοῦ ἁγίου πνεύματος γέγραπται ὅτι «ὅπου θελεῖ [Reg. et Colb., δειλιῶσα.] πνεῖ,» οὕτω γνωστόν ἐστιν, ὅτι καὶ ὅτε θέλεῖ πνεῖ· τοῦτο γὰρ ἐστιν ὅπερ προφήτης Νάθαν παρὰ τοῦ βασιλέως Δαυὶδ αἰτηθεὶς εἰ τῷ Θεῷ φίλον ὑπάρχει οἰκοδομῆσαι αὐτὸν τὸν ναὸν κυρίου, πρῶτον μὲν συνεβούλευσε.
7 μετέπειτα δὲ ἐκώλυσε· τοῦτό ἐστιν ὅπερ Ἐλισσαῖος προφήτης κλαίουσαν τὴν γυναῖκα ἐθεάσατο, τὸ δὲ πρᾶγμα ἠγνόει, πρὸς δὲ τὸν κωλύοντα αὐτὴν παῖδα ἔλεγεν· «Ἄφες αὐτὴν, ὅτι ψυχὴ αὐτῆς κατώδυνὸς ἐστιν, καὶ κύριος ἀπέκρυψεν ἀπ᾽ ἐμοῦ, καὶ οὐκ ἐφανέρωσέ μοι.
8 » Ὅπερ πρύτανις πάντων Θεὸς ἐκ μεγίστης εὐσπλαγχνίας οἰκονομικῶς κατασκευάζει· τῆς γὰρ προφητείας τὸ πνεῦμα ποτὲ μὲν παρέχων, ποτὲ δὲ σοφῶς ἀφαιρούμενος, τῶν προφητευόντων τὸν νοῦν διεγείρει μὲν ὲν τῷ ὕψει, διατηρεῖ δὲ πάλιν ἐν τῇ ταπεινώσει, ἵνα καὶ δεχόμενοι τὸ πνεῦμα ἐπιγινώσκωσι τὴν παρὰ τοῦ Θεοῦ ἐν αὐτοῖς ἔμπνευσιν, καὶ πάλιν ὡσαύτως ἀφαιρούμενοι, οἰκονομικῶς μάθωσιν, ἀφ᾽ ἑαυτῶν τί εἰσιν.
9 ΠΕΤΡ. Οὕτως εἶναι καθομολογῶ, καὶ μεγάλως πεπληροφόρημαι· λιπαρῶ δὲ ἵνα τὸ ἐλλεῖπον τῆς διηγήρεως τῶν κατορθωμάτων τοῦ σεβασμίου πατρὸς Βενεδίκτου ἀναπληρώσῃς, καὶ εἴ τι δ᾽ ἂν ὑπαντᾷ τῇ σῇ ἡγιασμένῃ ψυχῇ, διέξελθέ μοι.
Gregorius Magnus HOME

bsb42114.99 csg213.48 csg214.40

Gregorius Magnus, Dialogi, 2, XX_L De cogitatione monachi superba a Dei viro cognita. <<<     >>> XXI_L De ducentis farinae modiis famis tempore ante viri Dei cellam inventis.
monumenta.ch > Gregorius Magnus > 21G