Gregorius Magnus, Dialogi, 2, CAPUT XX_G ΚΕΦΑΛ. Κ′. Περὶ τοῦ μοναχοῦ τοῦ κατὰ διάνοιαν ἐξουθενοῦντος τὸν ἅγιον.
1 | Ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὴν ὥραν ἐν ᾗ τὸν ἅγιον τῆς συνήθους ἐχρῆν μεταλαβεῖν τροφῆς, ἑσπέρας λοιπὸν βαθείας οὔσης, συνέβη τινὰ μοναχὸν υἱὸν γεγονότα δεφένσορός τινος, ἐνώπιον τῆς τοῦ ἁγίου τραπέζης τὸν λύχνον κατέχειν. |
2 | Ἐσθίοντος δὲ τοῦ ἁγίου, ὁ δαίμων τῆς ὐπερηφανείας ἤρξατο αὐτὸν ἐνοχλεῖν, καὶ ἐπάρσεως λογισμοὺς αὐτῷ ἐπαφίειν [Sic pro gr|ἐπαφιέναι],|gr καὶ ἀλαζονευόμενος ἐν ἑαυτῷ, ἔλεγε· «Τίς ἐστιν οὗτος ᾧ ἐγὼ παριστάμενος ὑπηρετῶ, καὶ λύχνον ἐπὶ χεῖρας βαστάζων δουλεύω; καὶ ἵνα τὶ τούτω ἐγὼ ὡς δοῦλος καθυπουργῶ;» Ταῦτα δὲ αὐτοῦ κατὰ διάνοιαν διαλογιζομένου, ὁ τῷ προορατικῷ κατηγλαἳσμένος χαρίσματι πατὴρ Βενέδικτος, διελέγξας αὐτὸν σπλάγχνοις πατρικοῖς, εἶπε· «Σφράγισον τὴν καρδίαν σου, ἀδελφέ· ἵνα τί ἀλαζονείας λογισμοὶ ἐν σοὶ ἀναφύονται; πρόσεχε σεαυτῷ. |
3 | » Καλέσας οὖν τοὺς ἀδελφοὺς ἐκέλευσε παραυτὰ τὸν λυχνον ἐκ τῶν χειρῶν αὐτοῦ ἀρθῆναι. Ὁ δὲ ἐξελθὼν ἐξω ἐκάθητο σὺν δάκρυσιν : ὅστις παρὰ τῶν ἀδελφῶν ἐρωτώμενος, τί ἂν εἴη πεπραχὼς, καὶ τίς ἡ παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν ἀγανάκτησις, ἀπεγύμνωσεν αὐτοῖς τὴν ἑαυτοῦ κατὰ διάνοιαν διαβολικὴν πλάνην, καὶ πῶς τῷ τῆς ὑπερηφανείας ἐφυσιώθη πνεύματι, καὶ ὁποῖα ἀνθρώπου τοῦ Θεοῦ ῥήματα ἐν τῇ ἑαυτοῦ καρδίᾳ μελετῶν ἐκορυφοῦτο. |
4 | Ὅθεν λοιπὸν πᾶσι φανερὸν γέγονεν ὁ ἐν τῇ καρδίᾳ αὐτοῦ κεκρυμμένος ἰὸς, καὶ τὴν τοῦ ἁγίου πατρὸς προδιορατικὴν ἐφαύμαζον καθαρότητα, ὅτι τὰ ἐν τῇ διανοίᾳ ὑπὸ ττοῦ κοινοῦ ἐχθροῦ φυόμενα, τοῦτον λαθεῖν οὐ δύνανται. |