monumenta.ch > Gregorius Magnus > 19G
Gregorius Magnus, Dialogi, 2, XVIII_L De flascone abscondito, et a viro Dei per spiritum cognito. <<<     >>> XIX_L De mappularum receptione ab eodem cognita.

Gregorius Magnus, Dialogi, 2, CAPUT XIX_G ΚΕΦΑΛ. ΙΘ′. Περὶ τοῦ λαβόντος παρὰ μοναστρίας ἐγχείρια, καὶ ὑπὸ τοῦ ἁγίου ἐλεγχθέντος.

1 Ἐμπόριον ἦν οὐ μακρὰν τῆς τοῦ ἁγίου μονῆς, ἐν ᾧ πολὺ πλῆθος ἀνδρῶν εἰδωλομανῶν ὑπῆρχεν. Οὗτοι οὖν ὑπὸ τῆς τοῦ μακαρίου ψυχωφελοῦς διδασκαλίας φωτισθέντες, ἐπὶ τὴν τοῦ Θεοῦ σωτήριον πίστιν ὑπέστρεψαν.
2 Ἐν αὐτῷ τοίνυν τῷ ἐμπορίω ἀσκητήριον ἐτύγχανεν εὐλαβῶν τε καὶ σεμνῶν παρθένων, ὧν διὰ τὴν ὑπερβάλλουσαν ἀγιωσύνην, τοὺς οἰκείους μαθητὰς πρὸς οἰκοδομὴν, καὶ νουθεσίαν αὐτῶν εἰώθει ἀποστέλλειν.
3 Ἐν μιᾷ οὖν τῶν ἡμερῶν κατὰ τὸ σύνηθες, ἀπέστειλεν τοῦ Θεοῦ ἄνθρωπός τινα μοναχὸν εἰς τὸ τῶν παρθένων ἀσκητήριον πρὸς ψυχικὴν αὐτῶν ὠφέλειαν· ἐκεῖνος δὲ ἀποσταλεὶς μοναχὸς μετὰ τὴν τοσαύτην παραὶνεσιν τὴν παρὰ τοῦ τιμίου πατρὸς γενομένην, παρακληθεὶς ὑπὸ τῶν ἀεὶ παρθένων ἐγχείρια ἔλαβε, καὶ ἐν τῷ ἑαυτοῦ κόλπω ταῦτα κατέκρυψεν.
4 Ἐν δὲ τῷ παραγενέσθαι αὐτὸν πρὸς τὸν πατέρα, διελέγξας αὐτὸν περὶ τούτου, αὐστηρῶς ἔφη πρὸς αὐτόν· «Ἀδελφὲ, πῶς ἀνομία εἰσῆλθεν ἐν τῷ κόλπᾳ σου;» Ἐκεῖνος δὲ ἐκπλαγεὶς ὑπὸ τοῦ φόβου, καὶ τῇ ἀπροσεξίᾳ ἐπιλαθόμενος τοῦ οἰκείου σφάλματος περὶ οὗ ὑπὸ τοῦ ἰδίου πατρὸς διελέγχετο, ἠγνόει τί πρὸς αὐτὸν πατὴρ ἔλεγε.
5 Πρὸς ὃν ἅγιος ἔφη· «Μήτοι γε ἐγὼ οὐκ ἤμην αὐτόθι παρὼν, ὅτε παρὰ τῶν ἱερῶν παρθένων ἐδέξω τὰ ἐγχείρια, καὶ ἐν τῷ κόλπω σου ταῦτα κατέκρυψας;» δὲ ταῦτα ἀκούσας τοῖς ἴχνεσι τοῦ ἁγίου προσκυλινδούμενος, ἑαυτὸν ἡμαρτηκέναι ἔλεγεν· ἅπερ δὲ ἦν λαβὼν παρὰ τῶν παρθένων ἐγχείρια, ταῦτα ἐκ τοῦ ἑαυτοῦ κόλπου ἐκβαὼν, ἐνώπιον τοῦ ἁγίου ῥίψας γνησίως περὶ τοῦ πταίσματος τούτου μετεμελήθη.
Gregorius Magnus HOME

bsb42114.97 csg213.47 csg214.39

Gregorius Magnus, Dialogi, 2, XVIII_L De flascone abscondito, et a viro Dei per spiritum cognito. <<<     >>> XIX_L De mappularum receptione ab eodem cognita.
monumenta.ch > Gregorius Magnus > 19G