monumenta.ch > Gregorius Magnus > 18G
Gregorius Magnus, Dialogi, 2, XVII_L De destructione monasterii viri Dei ab ipso praedicta. <<<     >>> XVIII_L De flascone abscondito, et a viro Dei per spiritum cognito.

Gregorius Magnus, Dialogi, 2, CAPUT XVIII_G ΚΕΦΑΛ. ΙΗ′. Περὶ τοῦ ἀποκρύψαντος τὸ φλασκίον ἐν τῇ ὁδῷ, καὶ ἐκ προοράσεως τοῦ ἁγίου ἐλεγχθέντος.

1 Ἐν ἐτέρω τοίνυν καιρῷ Ἐξιλαρᾶτος ἡμέτερος, ὃν αὐτὸς ἐπιστρέψαντα γινώσκεις, ἀπεστάλη ὑπὸ τοῦ κυρίου αὐτοῦ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον, ἐπιφερόμενος οἴνου γέμοντα δύο ξύλινα σκεύη, ἅπερ τῇ κοινῇ διαλέκτω φλασκία καλοῦνται· ὅστις τὸ μὲν ἓν ἀπήγαγε πρὸς τὸν ἅγιον, τὸ δὲ ἕτερον κατὰ τὴν ὁδὸν ἔκρυψεν· δὲ διορατικὸς ἐκεῖνος ἀνὴρ ὃν οὐδὲν τῶν ἐκείνου πρακτέων οὐκ ἔλαθε , τὸ μὲν ἓν φλασκίον μετ᾽ εὐχαριστίας ἐδέξατο, ἀπολύσας δὲ αὐτὸν παρήγγειλεν αὐτῷ λέγων· «Βλέπε, τέκνον, ἐξ ἐκείνου τοῦ φλασκίου, ὅπερ κατὰ τὴν ὁδὸν ἔκρυψας, μηκέτι πὶῃς λοιπὸν ἐξ αὐτοῦ, ἀλλὰ κένωσον αὐτὸ τετηρημένως, καὶ εὑρήσεις ὅπερ ἔνδον ἔχει.
2 » Ὁδὲ σφόδρα καταισχυνθεὶς ἐνώπιον τοῦ ὁσίου βαλὼν μετάνοιαν, ὑπέστρεψεν· ἐλθὼν δὲ ἐν ᾧ τόπω ἦν τὸ αὐτὸ ἀποκρύψας φλασκίον, θέλων δοκιμάσαι εἰ ἀληθῆ εἰσι τὰ παρὰ τοῦ ἁγίου ῥηθέντα πρὸς αὐτὸν, ἔκλινε τὸ σκεῦος ἵνα κενώσῃ αὐτό· καὶ ἰδοὺ παραυτὰ ὄφις ἐξῆλθε, σὺν τῷ κενωθέντι οἴνω.
3 Θεασάμενος οὖν προλεχθεὶς Ἐξιλαρᾶτος τὸ σφάλμα πεποίηκεν, καὶ ἔμφοβος γεγονὼς κατανυγεὶς μετενόησεν.
Gregorius Magnus HOME

bsb42114.97 csg213.47 csg214.38