Gregorius Magnus, Dialogi, 2, CAPUT XVII_G ΚΕΦΑΑ. ΙΖ′. Περὶ τῆς ἐρημώσεως τοῦ μοναστηρίου αὐτοῦ προφητείας.
1 | ΓΡΗΓΟΡΙΟΣ. Ἀνήρ τις ὑπῆρχεν εὐγενέστατος, ὁμώνυμος δὲ τοῦ μακαρίου Βενέδικτος ὅστις ὑπὸ τῆς αὐτοῦ θεοσόφου διδασκαλίας παιδαγωγηθεὶς, τὴν τοῦ βίου καταλείψας τερπνότητα πρὸς Θεὸν ἐπανέδραμεο καὶ διὰ την ἐν τῷ ἁγίω οὖσαν μεγίστην τῆς πολιτείας τὴν ἀρετὴν, τὴν τῆς πνευματικῆς παῤῥησίας πρὸς αὐτὸν ἐκτήσατο ἀσφάλειαν. |
2 | Τούτου κατὰ τὸ συνῆθες πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγεγονότος, καὶ ἐν τῷ κελλίω εἰσεληλυθότος, εὖρε τὸν θεσπέσιον πατέρα πικρῶς κλαίοντα καὶ ὀδυρόμενον· ἐπὶ πολὺ δὲ ἑστὼς, καὶ θεασάμενος τὴν τῶν ἀκατασχέτων αὐτοῦ δακρύων φορὰν, ἐν ἀμηχανίᾳ γέγονεν, μὴ ἑωρακὼς τοῦτον, καθὼς συνῆθες αὐτῷ ἦν, ἐν τῇ τῆς προσευχῆς ὥρᾳ ἐν ἡσυχίᾳ δακρύειν, ἀλλ᾽ οἰμωγὰς καὶ θρηνώδεις στεναγμοὺς ἐκπέμποντα. |
3 | Ἔμφοβος δὲ καὶ ἔντρομος γενόμενος, τί ἂν ἦν τὸ αἴτιον παρὰ τοῦ ἁγίου μαθεῖν ἐπεζήτει τοῦ τοσούτου ὀδυρμοῦ, πρὸς ὃν ὁ θεόσοφος πατὴρ ἀπεκρίθη, λέγων· «Ὅλον τοῦτο τὸ μοναστήριον ὅπερ δια τοῦ Θεοῦ ὠωκοδόμησα, καὶ πάντα ὅσα τοῖς ἀδελφοῖς ἡτοίμασα, τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει τοῖς ἔθνεσι παρεδόθησαν· μόλις δὲ διὰ προσευχῆς τὸν Θεὸν ἐξιλεωσάμην τοῦ χαρισθῆναὶ μοι τὰς ψυχὰς τῶν ἐν κυρίω μου ἀδελφῶν τῶν ἐν τῷ μοναστηρίω οἰκούντων. |
4 | » Βενέδικτος μὲν ἐκεῖνος ὁ τῷ ἁγίω παραβαλὼν, τῆς τῶν μελλόντων προφητείας παρ᾽ αὐτοῦ δεξάμενος τὰ ἐνέχυρα, ἀνεχώρησεν ἐκ τῆς μονῆς θαυμάζων· ἡμεῖς δὲ ὁρῶμεν ἀρτίως ὑπὸ τοῦ γένους τῶν Λογγοβάρδων καταλυθὲν τὸ μοναστήριον αὐτοῦ· ἀναπαυομένων γὰρ τῶν ἀδελφῶν μεσονυκτίω, ἄφνω εἰσπηδήσαντες ἐν τῷ μοναστηρίω οἱ Λογγοβάρδοι, πάντα τὰ ἐν τῇ μονῇ διαρπάσαντες, οὐ συνεχωρήθησαν παντελῶς τινος τῶν ἀδελφῶν ἐπικρατεῖς γενέσθαι· ἡ γὰρ τοῦ ἀνθρώπου τοῦ Θεοῦ προσευχὴ ἐφρούρει τούτους, πρὸς τὸ πᾶσι δειχθῆναι τὴν ἐνυπάρχουσαν αὐτohtigr;ͅ τῆς θείας δυνάμεως χάριν· ὁ γὰρ πιστὸς ἐν ἐπαγγελίαις Θεὸς, ὅπερ τῷ ἑαυτοῦ γνησίω θεράποντι Βενεδίκτω ὑπέσχετο ἐπλήρωσεν· εἰ γὰρ καὶ τὰ ὑπάρχοντα τῆς μονῆς ἐκ συγχωρήσεως Θεοῦ διήρπασαν, ἀλλ᾽ οὖν ὅμως ἡ τῶν ψυχῶν περιποίησις ὑπὸ κυρίου ἐδωρήθη αὐτῷ. |
5 | Οὕτως ἔγνωμεν καὶ τὸν μακάριον Παῦλον τὸν Ἀπόστολον ὑπὲρ τοῦ πλήθους τῶν συμπλωτήρων αὐτοῦ ἐκδυσωπήσαντα τὸν Θεὸν ἐν τῇ κατὰ τὸν πλοῦν ζαλώδει ἀνάγκῃ, καὶ τῆς δεήσεως μὴ ἀποτυγχάνοντα· εἰ γὰρ καὶ τὰ μάλιστα τοῦ ἐν τῷ πλοίω ὄντος φόρτου ἡ ἀποβολὴ γέγονεν, ἀλλ᾽ οὖν γε ἡ τῶν ψυχῶν ἐπικερδὴς σωτηρία παρὰ Χριστοῦ ἐχαρίσθη αὐτῷ. |