monumenta.ch > Gregorius Magnus > 16G
Gregorius Magnus, Dialogi, 2, XV_L De prophetia eidem regi Totilae et Canusinae civitatis antistiti facta. <<<     >>> XVI_L De clerico a daemonio ad tempus liberato.

Gregorius Magnus, Dialogi, 2, CAPUT XVI_G ΚΕΦΑΛ. Ις′ Περὶ τοῦ δαιμονιοῦντος κληρικοῦ, καὶ διὰ προσευχῆς αὐτοῦ ἰαθέντος.

1 Ἐν αὐτῷ τοίνυν τῷ καιρῷ κληρικός τις ἐκ τῆς Ἀκυἳνῶν ἐκκλησίας ἐτύγχανεν ὑπὸ δαίμονος ἀκαθάρτου ἐνοχλούμενος· δὲ τούτου ὁσιώτατος ἐπίσκοπος Κωνστάντιος ἐν διαφόροις τῶν ἁγίων κοιμητηρίοις πολλάκις τοῦτον ἀπέστειλεν, ὅπως δυνηθῇ ἰάσηως τυχεῖν· ἀλλ᾽ οἱ ἅγιοι τοῦ Θεοῦ μάρτυρες τῆς ἰάσεως τὸ δῶρον τούτω παρασχεῖν οὐχ εἵλοντο, ἐπιδεῖξαι πᾶσι θελήσαντες τὴν ἐν τῷ μακαρίω Βενεδίκτω ἐπιπολάζουσαν θείαν χάριν τῶν ἰαμάτων.
2 Ἀπηνέχθη τοίνυν ἀσθηνῶν πρὸς τὸν τοῦ Θεοῦ δοῦλον Βενέδικτον, ὅστις τῷ κυρίω Ἰησοῦ Χριστῷ τὰς δεήσεις προσενέγκας, τὸ ἀκάθαρτον πνεῦμα ἀπ᾽ αὐτοῦ ἀπελάσας, ὑγιῆ τοῦτον τῇ τοῦ Θεοῦ χάριτι ἀποκατέστησεν, εἰπὼν αὐτῷ· «Ἄπελθε, ἰδοὺ ὑγιὴς ὑγιὴς γέγονας, κρέα μὴ φάγῃς, μηδὲ ἱερατικῷ βαθμῷ ἐπιβῇς· οἵαν δ᾽ ἂν ἡμέραν ἱερατικὸν ἀξίωμα ἐφ᾽ ἑαυτὸν δέξασθαι τολμήσεις, εὐθέως ὑπὸ τὴν ἐξουσίαν τοῦ ἀκαθάρτου δαίμονος ἀνελεημόνως ὑποβληθήσῃ.
3 » Ἐπανελθὼν δὲ εἰς τὰ ἴδια ἰαθεὶς, ἐπελάθετο τῆς παρὰ τοῦ ἁγίου δοθείσης αὐτῷ ἐντολῆς, καὶ μετὰ ἐτῶν πολλῶν περίοδον, ἡνίκα ἐθεάσατο τοὺς προτερεύοντας, ἐν τῷ ἱερατικῷ καταλόγω ἐκ τοῦδε τοῦ βίου μεταστάντας, καὶ τοὺς ἑαυτοῦ ἐλάσσονας ἐν ἱερατικῷ προβαίνοντας τάγματι, λήθην, ὡς εἴρηται, ὑπομείνας τῶν παρὰ τοῦ ἁγίου πρὸς αὐτὸν γενομένων νουθεσιῶν, ἱερατικῷ ἐπέβη τάγματι· παραυτὰ δὲ εἰς αὐτὸν δαίμων, ὥσπερ ἀνήμερος θὴρ εἰσοικισθεὶς, ἀνηλεῶς τοῦτον διεσπάραττε μέχρι θαναάτου.
4 ΠΕΤΡ. προορατικὸς τοῦ Θεοῦ οὗτος ἄνθρωπος, ὡς ὁρῶ, ἀποκεκρυμμένα μυστήρια διέγνωκεν, ὅστις ὑπὸ Θεοῦ φωτισθεὶς, τουτονὶ τὸν κληρικὸν διὰ τοῦτο τῷ διαβόλῃ παραδοθέντα συνῆκε, πρὸς τὸ μὴ αὖθεις τολμῆσαι τοῦτον ἱερατικῇ ἐγχειρισθῆναι ἀξίᾳ.
5 ΓΡΗΓ. Διὰ τί ἀγνοεῖν εἶχε τὰ τῆς θηότητος μυστήρια τοῦ Χριστοῦ τὰ προστάγματα φυλάττων; καθὼς γέγραπται· «Ὁ προσκολλώμενος τῷ κυρίω ἓν πνεῦμά ἐστιν.»
6 ΠΕΤΡ. Εἰ ἓν γίνεται σὺν τῷ κυρίω πνεῦμα τῷ Θεῷ προσκολλώμενος, τί ἐστιν ὅπερ παλιν αὐτὸς πάνσοφος κήρυξ εἴρηκεν, φήσας· «Τίς ἔγνω νοῦν κυρίου; τίς σύμβουλος αὐτοῦ ἐγένετο;» λίαν ἀσύμφωνόν μοι εἶναι δοκεῖ, εἰ νοῦς συν τͅ κυρίω ἓν πνεῦμα γενόμενος τὰ μέλλοντα ἀγνοήσει.
7 ΓΡΗΓΟΡ. Οἱ ἅγιοι ἄνδρες, ἐφ᾽ ὅσον σὺν τῷ κυρίω ἕν εἰσι, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν, γὰρ αὐτὸς Ἀπόστολος λέγει· «Τίς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ὀκοῦν ἐν αὐτῷ οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα τοῦ Θεοῦ.
8 » Ἵνα οὖν ἑαυτὸν ἐπιδείξῃ τὰ τοῦ Θεοῦ μὴ ἠγνοηκέναι μυστήρια, προσέθηκεν· «Ἡμεῖς δὲ οὐχὶ τὸ πνεῦμα τοῦ κόσμου τούτου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ·» ὅθεν εἴρηκε πάλιν· «Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίον ἀνθρώπου οὐκ ἀνέβη, ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἡμῖν δὲ ἀπεκάλυψε διὰ τοῦ πνεύματος αὐτοῦ.
9 »
10 ΠΕΤΡ. Εἰ τῷ Ἀποστόλω αὐτὰ τὰ τοῦ Θεοῦ ὑπάρχοντα, διὰ τοῦ πνεύματος τοῦ Θεοῦ ἦσαν ἀποκεκαλυμμένα πῶς πρὸ τούτων ὧν προεθέμην λέγειν, προφθάσας εἶπεν· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
11 » Πάλιν δέ μοι ταῦτα λέγοντι ἑτέρα ὑπεισέρχεται ἐρώτησις· καὶ γὰρ Δαυῒδ προφήτης τῷ Θεῷ ἐντυγχάνων ἔλεγεν· «Ἐν τοῖς χειλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου.
12 » Εἰ οὖν τὸ γνῶναι τὰ τοῦ Θεοῦ κρίματα μεῖζόν ἐστι τοῦ ἀναγγεῖλαι, πῶς μακάριος Παῦλος ἀνεξερεύνητα τὰ τοῦ Θεού κρίματα ἀναγγέλλει, δὲ Δαυὶδ οὐ μόνον ταῦτα γνῶναι, ἀλλὰ καὶ τοῖς χείλεσιν ἀναγγεῖλαι μαρτυρεῖ;
13 ΓΡΗΓ. Ἐν ἑκατέραις ταύταις σου ταῖς ἐρωτήσεσιν ἐν τοῖς ἀνωτέρω εἰρημένοις ὡς ἐν συντόμω ἀπεκρίθην, λέγων, ὅτι οἱ ἅγιοι ἄνδρες ἐφ᾽ ὅσον μετὰ τοῦ κυρίου ἕν εἰσιν, τὸν νοῦν κυρίου οὐκ ἀγνοοῦσιν.
14 Πάντες γὰρ οἱ διὰ προσευχῆς ἀπερισπάστου τῷ κυρίω ἀκολουθοῦντες, δηλονότι ἐν τῇ εὐχῇ ὄντες σὺν τῷ κυρίω εἰσίν· οἱ δὲ τῷ ἐφολκίω τοῦ γεώδους τούτου καὶ ἐπικήρου σώματος τοῖς πάθεσιν βαρούμενοι, σὺν τω κυρίῷ εἶναι οὐ δύνανται.
15 Τὰ ἀπόκρυφα οὖν τοῦ Θεοῦ κρίματα, ὅταν ἡνωμένοι τῷ κυρίω εἰσὶν, ἐπίστανται· ὅταν δὲ ὑπὸ τῆς τοῦ σώματος ἀσθενείας κώλυμα ὑποστῶσι, καὶ ἀπὸ Θεοῦ πρόσκαιρον ἀπασχοληθῶσι τὸν νοῦν, τὰ κρίματα τοῦ κυρίου ἀγνοοῦσι, καὶ τὰ ἀπόκρυφα αὐτοῦ μυστήρια ἄδηλα αὐτοῖς καθίστανται· καὶ λοιπὸν τότε ἀνεξερεύνητα τὰ κρίματα τοῦ Θεοῦ εἶναι λέγονται.
16 Ἡνίκα δὲ τῷ Θεῷ τῇ διανοίᾳ ἑνωθῶσι διὰ τῆς τῶν θείων γραφῶν ἀναπτύξεως, καὶ κρυπτῶν μυστηρίων ἀποκαλύψεως, ὅσον παρὰ Θεοῦ κομίζονται τὸ μέτρον γινώσκουσι καὶ αὐτὸ οἴδασί τε καὶ προμηνύουσι.
17 Τὰ μυστήρια τοίνυν, ἅπερ παρὰ τῷ Θεῷ ἐν ἀποκρύφω εἰσὶν, ἀγνοοῦσιν, δὲ Θεὸς ἀποκαλύπτει, γινώσκουσιν· ὅθεν καὶ Δαυῒδ προφήτης φησίν· «Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα·» παραυτὰ προσθεὶς ἐπήγαγε «τοῦ στόματός σου·» μονονουχὶ λέγων πρὸς Θεόν· Ἐκεῖνα ἐγὼ κρίματα γνῶναί τε καὶ ἀναγγεῖλαι ἠδυνήθην, ἅπερ λαλήσαντά σε πρὸς μὲ ἔγνων, ἐπεὶ ἐκεῖνα ἅπερ αὐτὸς οὐ λέγεις, παρ᾽ ἡμῖν ἄδηλα ὑπάρχουσι καὶ ἀνέκφραστα.
18 Συμφωνεῖ λοιπὸν τε προφητικὴ καὶ Ἀποστολικὴ μαρτυρία, ὅτι καὶ ἀνεξιχνίαστά εἰσι τὰ τοῦ Θεοῦ κρίματα, καὶ τὰ ἐκ τοῦ στόματος αὐτοῦ προερχόμενα τοῖς ἀνθρωπίνοις χείλεσιν ἔσονται προφερόμενα· καὶ γὰρ ὑπὸ ἀνθρώπον ἐκεῖνα λαληθῆναί τε καὶ γνωσθῆναι δύνανται, ἅπερ Θεὸς ἀποκαλύψει, καὶ πάλιν ἐκεῖνά εἰσι παρ᾽ ἡμῖν κρύφιά τε καὶ ἀφανῆ, ἅπερ αὐτὸς τοῖς ἑαυτοῦ ἀνεφίκτοις κρίμασιν ἐν ἀδήλω ἔθετο.
19 ΠΕΤΡ Ἐν τῇ προσθήκῃ τῆς ἐμῆς ἐρωτήσεως τῶν προῥῤηθέντων μαρτυριῶν τὸ δυσερμήνευτον, λέγω δὴ τοῦ τε προφήτου Δαυὶδ καὶ τοῦ Ἀποστόλου, τηλαυγῶς διεσάφησας· ἀλλὰ δυσωπῶ εἰ ὑπολέλειπταί τι περὶ τῆς ἀνεπιλήπτου πολιτείας τοῦ ἁγίου ἐκείνου ἀνδρὸς, δαψιλῶς φράσον ἡμῖν.
Gregorius Magnus HOME

bsb42114.93 csg213.45 csg214.36

Gregorius Magnus, Dialogi, 2, XV_L De prophetia eidem regi Totilae et Canusinae civitatis antistiti facta. <<<     >>> XVI_L De clerico a daemonio ad tempus liberato.
monumenta.ch > Gregorius Magnus > 16G