Gregorius Magnus, Dialogi, 2, CAPUT XV_G ΚΕΦΑΛ. ΙΕ′. Περὶ ἧς ἐξέθετο προφητείας τῷ αὐτῷ ῥηγί.
1 | Τότε δι᾽ ἑαυτοῦ ὁ αὐτὸς ῥὴξ Τοτίλας πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγέγονεν . Ὃν ἡνίκα μήκοθεν καθεζόμενον ἐθεάσατο, οὐδαμῶς ἐτόλμησε προσεγγίσαι αὐτῷ, ἀλλ᾽ ἑαυτὸν ἐπὶ τὴν γῆν ῥίψας, ἐδέετο τῆς παρὰ τοῦ ἁγίου τυχεῖν συγχωρήσεως. |
2 | Ὁ δὲ τοῦ Θεοῦ θεράπων τοῦτον δὶς καὶ τρὶς προσφωνήσας ἀναστῆναι, καὶ θεασάμενος τῷ φόβω αὐτὸν συσχεθέντα μὴ ἀνιστάμενον, Βενέδικτος ὁ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ οἰκέτης δι᾽ ἑαυτοῦ ἀναστῆσαι τὸν ῥηθέντα ῥῆγα Τοτίλαν κατηξίωσε, καὶ τοῦτον περὶ τοῦ ἑαυτοῦ διήλεγξε πράξεων. |
3 | Καὶ ἐν ὀλίγοις ῥήμασι πάντα τὰ μέλλοντα αὐτῷ συμβεβηκέναι προεμήνυσε, λέγων· «Πολλὰ κακὰ ἐποίησας καὶ ποιεῖς, λοιπὸν ἀπόστηθι τῆς ἀνομίας, καὶ μετανόησον κᾂν ὀψέ ποτε· καὶ γὰρ ἐν Ῥώμῃ μέλλεις εἰσιέναι, καὶ θάλασσαν περάσαι ἔχεις, ἐννέα ἔτη βασιλεύσεις, τῷ δεκάτω δὲ ἔτει τελευτήσεις. |
4 | » Ταῦτα ἀκούσας ὁ τῶν Γότθων ῥὴξ, καὶ τῇ ἀπροσδοκήτω τοῦ μακαρίου προφετηίᾳ ἔκθαμβος γενόμενος, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ τὴν γῆν, καὶ εὐχὴν αἰτήσας, ἀνεχώρησε τῆς μονῆς· καὶ ἀπὸ τότε τῆς ἑαυτοῦ ὡμότητός τε καὶ ἀπανθρωπίας μετεποιήθη, διὰ τῆς τοῦ ὁσίου διδασκαλίας, καὶ ἐπωφελοῦς παραινέσηως. |
5 | Καὶ οὐ μετὰ πολὺν χρόνον ἐν Ῥώμῃ εἰσῆλθε, καὶ ἐν Σικελίᾳ παραγέγονεν· δεκάτω δὲ ἔτει τῆς αὐτοῦ βασιλείας, ἡ θεία δίκη τοῦτον ζῇν οὐκ εἴασεν, ἀλλὰ κατὰ τὴν τοῦ ἁγίου προφητείαν, τὸ βασίλειον μετὰ τῆς ζωῆς ἀπώλεσεν. |
6 | Ὅθεν λοιπὸν ὁ τῆς Κανουσίων ἐκκλησίας ἐπίσκοπος πρὸς τὸν μέγαν Βενέδικτον κατὰ τὸ σύνηθες παραβαλών· διὰ γὰρ τὴν τῆς πολιτείας αὐτοῦ ἁγιωσύνην σφόδρα τοῦτον ἠγάπα ὁ σεβάσμιος Βενέδικτος. |
7 | Καθεσθέντων οὖν αὐτῶν, καὶ λόγου κινηθέντος περί τε τῆς ἐν τῇ πόλει εἰσῇδου τοῦ ῥηγὸς Τοτίλα, καὶ τῆς τῶν Ῥωμαίων πόλεως ἀπωλείας, λέγει πρὸς τὸν μακάριον ὁ ἐπίσκοπος· «Διό τοῦ ῥηγὸς τούτου ἡ πόλις Ῥώμη καταλυθήσεται, πρὸς τὸ μηκέτι οἰκισθῆναι παρὰ ἀνθρώπων. |
8 | » Πρὸς ὃν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀπεκρίθη· «Ἡ τῶν Ῥωμαίων πόλις ὑπὸ ἐθνῶν οὐ μὴ καταλυθήσεται, ἀλλ᾽ ἀνάγκαις , ἀστραπαῖς τε καὶ σεισμοῖς σαλευθεῖσα τακήσεται ἐφ᾽ ἑαυτήν.» Καὶ ἰδοὺ τὰ μυστήρια τῆς τοῦ σεβασμίου ἀνδρὸς προφητείας ἡλίου λαμπρότερα ἐν ὀφθαλμοῖς πάντων πρόκειται· καὶ γὰρ ἐν αὐτῇ τῇ μεγίστῃ πόλει τὴν περικαλλῆ ταύτης κόσμησιν οὐχ ὁρῶμεν, ἀλλὰ καταχωσθέντας οἴκους, ἐκκλησίας ἐρημωθείσας διὰ τῶν ἐπιγεγονότων σεισμῶν κατανοοῦμεν, καὶ τὰ κτίσματα αὐτῆς παλαιωθέντα· ὑπὸ γὰρ τῶν συμπτωμάτων, καὶ τῶν συνεχῶν σεισμῶν ἡ τῶν οἰκοδομημάτων ποικιλία κατεῤῥυπώθη. |
9 | Ταύτης τῆς θεοσδότου τοῦ ὁσίου ἀνδρὸς προφητείας τὴν ἐξήγησιν ἐποιήσατο πρός με Ὁνωρᾶτος ὁ τοῦ ἁγίου φοιτητής· ἔλεγε δὲ ταῦτα ὁ αὐτὸς εὐλαβέστατος Ὁνωρᾶτος οὐ παρὰ τοῦ ἁγίου ἀκηκοέναι, ἀλλὰ παρὰ ἀδελφῶν ἀληθευόντων πιστωθεὶς ἐμαρτύρει ταῦτα. |