Gregorius Magnus, Dialogi, 2, CAPUT XIV_G ΚΕΦΑΛ. ΙΔ′. Περὶ Τοτίλα τοῦ ῥηγὸς πειράσαντος τὸν ἅγιον.
1 | ΓΡΗΓΟΡΙΟΣ. Δέον ἐστὶ, Πέτρε, ἡσυχάζειν σε τέως, ὅπως ἀκούσῃς τὰ μέγιστα. Ἐν τοῖς τῶν Γότθων καιροῖς, ὁ τούτων ῥὴξ Τοτίλας τὸ ὄνομα, ἀκηκοὼς τὰ τοῦ ἁγίου κατορθώματα, καὶ ὅτι προφητικοῦ χαρίσματος ἀνάπλεως τυγχάνει, ἐπὶ τὸ μοναστήριον ὥρμησεν ἐλθεῖν. |
2 | Καὶ δὴ μήκοθεν τοῦ μοναστηρίου στὰς, τὴν ἑαυτοῦ παρουσίαν τῷ μακαρίω ἐμήνυσεν. Ὁ δὲ ἅγιος ἐπέστρεψε τοῦ παραγενέσθαι αὐτὸν πρὸς αὑτόν. Ἐκεῖνος δὲ λογισάμενος ἐν ἑαυτῷ ἀδύνατον εἴναι φθαρτὸν ἄνθρωπον ὄντα προφητικῆς χάριτος μετασχεῖν , τοῦτον πειρᾶσαι ἐτόλμησεν. |
3 | Ἕνα δέ τινα τῶν αὑτοῦ σπαθαρίων, Ῥίγγωνα, ;εγόμενον, ἠμφίασε τοῖς ἑαυτοῦ ἱματίοις, καὶ τοῖς ὑποδήμασιν ὑπέδησεν, καὶ τοῦτον ;εν τῷ ἑαυτοῦ ὀνόματι πορευθῆναι πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ ἐκέλευσεν, ὡς δῆθεν πειράζων αὐτὸν, παρασχόμενος αὐτῷ δορυφόρους πλείονας. |
4 | Σὺν αὐτοῖς δὲ καὶ κόμητας ἀπέστειλε, τουτέστι Βουλτερῖκον, Ῥουδερῖκον, καὶ Βρινδῖνον, ἐκ δεξιῶν τε αὐτοῦ καὶ ἐξ εὐωνύμων πλήθη ἀρχόντων καὶ στρατιωτῶν πορευθῆναι προσέταξεν , οἰόμενος διὰ τῆς ἐπιπλάστου ταύτης καὶ ψευδοῦς θεωρίας ἀπατῆσαι τὸν τοῦ Θεοῦ δοᾶλον. |
5 | Ὡς δὲ τὸ μοναστήριον κατέλαβεν ὑπὸ τῆς τῶν στρατιωτῶν τε καὶ ἀξιωματικῶν δορυφορούμενος τάξεως, συνέβη τὸν ἅγιον ἔν τινι ὑψηλῷ τόπῶ καθήμενον θεωρεῖν τοῦτον ἐρχόμενον· καὶ ἀπὸ διαστήματος ὄντος αὐτοῦ ἐξ οὖπερ ἡ τοῦ ἀγίου φωνὴ ἠδύνατο παρ᾽ ἐκείνου ἀκουσθῆναι, ἔκραξεν ὁ ἅγιος, λέγων· «Ἀπόθου, τέκνον, ἀπόθου τοῦτο ὅπερ ἐνδέδυσαι, οὐκ ἔστι γὰρ σόν·» Ὁστις Ῥίγγων ταῦτα ἀκούσας παρ᾽ αὐτοῦ πεσὼν ἐπί τὴν ἐξέστη, μετανοῶν ἐφ᾽ οἷς ἐδρασεν, ὅτι τοιοῦτον ἅγιον, καὶ διορατικώτατον ἄνδρα διαχλευάσαι ἀπετόλμησε. |
6 | Πάντες οὖν οἱ σὺν αὐτῷ ὄντες τῷ ἀνθρώπω τοῦ Θεοῦ ἐπὶ τὴν γῆν προσεκύνησαν. Ἀναστάντες δὲ οὐδαμῶς τῷ ἁγίω πλησιάσαι ἐτόλμησαν, ἀλλὰ πρὸς τὸν ἑαυτῶν ῥῆγα ὑπέστρεψαν τρέμοντες, καὶ ἑαυτοὺς μεμφόμενοι ἐπὶ τῇ οἰκείᾳ κουφότητι. |