Gregorius Magnus, Dialogi, 2, CAPUT XIII_G ΚΕΦΑΛ. ΙΓ′. Περὶ τοῦ σαρκικοῦ ἀδελφοῦ Βαλεντίνου μοναχοῦ.
1 | Ἀνήρ τις ὑπῆρχε, κοσμικὸς μὲν τῷ σχήματι, σπουδαῖος δὲ τοῖς τρόποις καὶ λίαν φιλομόναχος, ἀδελφὸς τυγχάνων Βαλεντίνου μονάζοντος, οὗ καὶ τὸ πρότερον μνείαν πεποίημαι. Ὅς τις κατ᾽ ἐνιαυτὸν παρέβαλε πρὸς τὸν σημειοφόρον πατέρα Βενέδικτον ἐπὶ τὸ ἀπολαύειν τῆς τούτου ψυχωφελοῦς διδασκαλίας, καὶ ἐπισκέψεως χάριν Βαλεντίνου τοῦ ἑαυτοῦ ἁδελφοῦ. |
2 | Οὗτος τοίνυν ὁ ἀνὴρ νομοθεσίαν ἑαυτῷ ἦν δεδωκὼς, ἵνα ἐξερχόμενος ἐκ τῆς ἑαυτοῦ οἰκίας μηδαμῶς μεταλάβῃ τροφῆς, μέχρις ἂν τῆς τοῦ ἁγίου ἀξιωθῇ εὐχῆς, ἣν καὶ διεφύλαττεν. Ἐν μιᾷ οὖν ὁδεύοντος αὐτοῦ ἐπὶ τὸ μοναστήριον, αἰφνίδιον γέγονέ τις αὐτῷ συνοδοιπόρος, ἄγνωστος παντελῶς, ὅστις ἐπεφέρετο ἐδεσμάτων ποικιλίαν. |
3 | Βραδυτάτης οὖν ὥρας παρελθούσης, εἷπε πρὸς αὐτὸν ὁ συνοδοιπόρος· «Δεῦρο, ἀδελφὲ, γευσώμεθα, μήπως ἀτονήσωμεν ἐν τῇ ὁδῷ·» πρὸς ὃν ἀποκριθεὶς εἶπεν· «Ἀπέστω, ἀδελφὲ, οὐ μὴ ποιήσω τοῦτο, διότι πρὸς τὸν σεβάσμιον πατέρα Βενέδικτον νῆστις ἔχω συνήθειαν ἀπέρχεσθαι» Ταύτην τὴν ἀπόκρισιν δεξάμενος πρὸς ὀλίγον ἡσύχασεν· ὁδεύσαντος δὲ ὀλίγον τῆς ὁδοῦ διάστημα, πάλιν ὁ συνοδοιπόρος τοῦτον τροφῆς μεταλαβεῖν προετρέπετο, ὁ δὲ ὑπακοῦσαι τούτου οὐκ ἠνέσχετο, ἀλλὰ τὴν πορείαν νῆστις διήνυσε. |
4 | Πάλιν οὖν διάστημα πλεῖστον ὁδεύσαντες, ἐκ μήκους δὲ τοῦ μοναστηρίου ὄντες, ἦλθον ἐπί τινα τόπον τερπνὸν, ἐν ᾧ πηγὴ διαυγεστάτου ὕδατος ὑπῆρχε, καὶ λιβάδιον εὐανθές. Τότε ὁ συνοδοιπόρος τοῦτον αὖθις προτρεπόμενος ἔλεγεν· «Ἰδοὺ ὕδωρ, ἰδοὺ λιβάδιον, ἰδού ἐπιτήδειος τόπος, ἐν ᾧ δυνησόμεθα τροφῆς μετασχεῖν καὶ ἀναθῆναι ὀλίγον, ὅπως τὴν ὁδὸν ἡμῶν ἀκόπως ἀνύσωμεν. |
5 | » Ἀρεσθεὶς οὖν τῇ τοῦ τόπου τερπνότητι, καὶ δελεασθεὶς τῇ τοῦ συνοδοιπόρου τρισσῇ συμβουλίᾳ, ἀναπεσὼν καὶ συνεστιασθεὶς αὐτῷ ἀναστάς εἴχετο τῆς εἰς τὸ μοναστήριον ἀπαγούσης ὁδοῦ. |
6 | Ὁψίας δὲ γενομένης κατέλαβε τὸ τοῦ ἁγίου πατρὸς κελλίον, καὶ δὴ μηνυθεὶς ἐδέξον ὑπὸ τοῦ σεβασμίου ἀνδρὸς Βενεδίκτου . Πεσὼν οὖν ἐπὶ τὴν γῆν, εὐχὴν ᾐτήσατο λαβεῖν. Ὁ δὲ προορατικὸς ἐκεῖνος ἀνὴρ τὸ παράπτωμα ὅπερ κατὰ τὴν ὁδὸν αὐτῷ συνέβηκεν , ὠνείδισε, λέγων· «Τί ἐστιν, ἀδελφὲ, ὅπερ ὁ ἐχθρός σοι διὰ τοῦ συνοδοιπόρου κατειργάσατο; τὸ πρῶτον πλανῆσαί σε οὐκ ἴσχυσεν, εἰς τὸ δεύτερον δελεάσαι σε οὐκ ἠδυνήθη εἰς τὸ τρίτον ἐνίκησε καὶ ἐν οἷς ἠθέλησε κατέλαβε. |
7 | Τότε ἐκεῖνος τήν ἁμαρτίαν τοῦ ἑαυτοῦ ἀσθενοῦς λογισμοῦ γνωρίσας, τοῖς τοῦ ἁγίου ποσὶ προσκυλινδούμενος, τοσούτω μᾶλλον ἤρξατο θρηνεῖν τε καὶ αἰδεῖσθαι τὸ ἑαυτοῦ σφάλμα ὅσον ἑαυτῷ ἐπέγνω ἡμαρτηκέναι, καὶ ἐν τῇ τοῦ πατρὸς ἀπουσίᾳ γενομένην αὐτῷ ὑπὸ τοῦ ἐχθροῦ συμφορὰν, ἐπέγνω σαφῶς ἐν τοῖς τοῦ πατρὸς ὀφθαλμοῖς ταύτην πεπραχέναι. |
8 | ΠΕΤΡ. Ἐγὼ τοῦ ἁγίου τούτου ἀνδρὸς τὰς πράξεις ἀκούων, ἐν μὲεν τῷ προορᾷν τὰ μέλλοντα, καὶ τὰ ἐν κρυφῇ δρώμενα εἰς φανερὸν ἄγειν, τοῦ Ἐλισσαίου τὸ πνεῦμα ἐν αὐτῷ ὑπάρχειν ὁρῶ, ὅτι ἀπόντι τῷ μαθητῇ, ὡς παρὼν τὰ κατὰ αὐτοῦ διέγνω. |