monumenta.ch > Gregorius Magnus > 12G
Gregorius Magnus, Dialogi, 2, XI_L De puerulo monacho parietis ruina confracto, et eius oratione sanato. <<<     >>> XII_L De monachis qui extra cellam comederant.

Gregorius Magnus, Dialogi, 2, CAPUT XII_G ΚΕΦΑΛ. ΙΒ′. Περὶ τῶν μοναχῶν τῶν μεταλαμβανόντων τροφῆς παρὰ τὸν κανόνα.

1 Παράδοσις κανονικὴ ὑπὸ τοῦ ἁγίου ἐν τῇ μονῇ ὑπῆρχε νομοθετηθεῖσα, ἵνα ἀποστελλομένων ἀδελφῶν εἰς διακονίαν, μήτε βρώσεως, μήτε πόσεως μεταλάβωσι, μέχρις ἂν ἐν τῇ μονῇ ὑποστρέψωσι· καὶ οὕτως κανὼν ἀκριβὴς παρ᾽ αὐτῶν ἐφυλάττετο.
2 Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, τινὲς τῶν ἀδελφῶν εἰς διακονίαν ὑπὸ τοῦ τιμίου τούτου ἀνδρὸς ἐστάλησαν· συνέβη οὖν τοὺς σταλέντας μοναχοὺς διάστημα πολὺ τῆς ὁδοῦ διανύσαντας, καὶ μὴ φθάσαντας ἐπαναλῦσαι ἐν τῇ μονῇ ὀψίας ἤδη γενομένης, καὶ τῆς ὥρας κατεπειγούσης, καταλῦσαι πρός τινα σεμνοτάτην παρθένον, καὶ ἐν τῷ κελλίω αὐτῆς μεταλαβεῖν τροφῆς· Ἀπέστειλαν δὲ ἕνα τῶν ἀδελφῶν πρὸς τὸν ἡγιασμένον πατέρα Βενέδικτον πρὸς τὸ αἰτήσασθαι εὐχὴν κατὰ τὸ ἔθος, ἵνα μεταλάβωσι τροφῆς· δὲ προγνωστικὸς ἐκεῖνος πατὴρ ἠρώτησεν αὐτὸν, λέγων· «Ποῦ μετελάβετε τροφῆς;» δὲ ἀπεκρίνατο, «Οὐδαμοῦ, πάτερ·» πρὸς οὓς ἅγιος ἔφη· «Ἵνα τί οὕτω ψεύδεσθε; οὐχὶ ἐν τῷ κελλίω τῆσδε τῆς παρθένου κατελύσατε, καὶ τροφῆς μετελάβετε; οὐχὶ τούτων κᾀκείνων τῶν ἐδεσμάτων ἐγεύσασθε; οὐχὶ τοσαῦτα ποτήρια ἐπίετε;» Τῇ ἐπαύριον δὲ ἐπανελθόντων τῶν μοναχῶν ἐκ τῆς προσταχθείσης αὐτοῖς διακονίας, σοφῶς τε καὶ ἐπιστημόνως ὑπὸ τοῦ πατρὸς διελεγχθέντες , τὴν τε οἰκίαν τῆς γυναικὸς καὶ τὰ εἴδη τῶν Βρωμάτων, καὶ τὸ μέτρον τῶν ποτηρίων φανερώσαντες, ἑαυτοὺς καταγνόντες πρὸς τοὺς τιμίους αὐτοῦ πόδας ἔπεσαν, ἡμαρτηκέναι ὁμολογοῦντες· αὐτὸς δὲ πρᾳότατος πατὴρ εὐθέως τὸ σφάλμα αὐτοῖς συνεχώρησε, πληροφορηθεὶς τοῦτο.
3 ὡς ἀπόντος αὐτοῦ, οὐ μὴ τοῦ λοιποῦ παραβῶσι τὴν παραδοθεῖσαν αὐτοῖς ὑπὸ τοῦ ἁγίου ἐντολὴν, ὅνπερ ἐν πνεύματι ἁγίω συμπαρόντα αὐτοῖς καὶ ἀποῦσιν ἔγνωσαν.
Gregorius Magnus HOME

bsb42114.88 csg213.42 csg214.32

Gregorius Magnus, Dialogi, 2, XI_L De puerulo monacho parietis ruina confracto, et eius oratione sanato. <<<     >>> XII_L De monachis qui extra cellam comederant.
monumenta.ch > Gregorius Magnus > 12G