monumenta.ch > Gregorius Magnus > 11G
Gregorius Magnus, Dialogi, 2, X_L De phantastico coquinae incendio. <<<     >>> XI_L De puerulo monacho parietis ruina confracto, et eius oratione sanato.

Gregorius Magnus, Dialogi, 2, CAPUT XI_G ΚΕΦΑΛ. ΙΑ′. Περὶ τοῦ συντριβέντος παιδὸς ἐν τῷ συμπτώματι.

1 Πάλιν οἰκοδομούντων τῶν ἀδελφῶν τοῖχον, καὶ εἰς ὕψος τὸ κτίσμα ἄγειν σπευδόντων, τοῦ Θεοῦ θεράπων εἰς τὸ ἑαυτοῦ κέλιον σχολάζων ἦν ἐν τῇ προσευχῇ· ᾧτινι παμμίαρος ἐχθρὸς ἐπιχαιρόμενος τῷ δοκεῖν ὤφθη, καὶ ὅτι πρὸς τοὺς ἐν τῇ οἰκοδομῇ ἐργαζομένους ἐπορεύετο, ἐμήνυσεν.
2 Ὅπερ γνοὺς ὁθεοφόρος ἀνὴρδιὰ μηνύσεως ταχυτάτης τοῖς ἀδελφοῖς ἐσήμανε λέγων· «Τέκνα, προσέχετε ἑαυτοῖς ὅτι πρὸς ὑμᾶς τῇ ὥρᾳ ταύτῃ πειράζων διάβολος ἔρχεται.» δὲ τὴν ἀγγελίαν τοῖς ἀδελφοῖς ἀγαγὼν, μήπω ταύτην ἐξαγγεῖλαι φθάσας , ἰδοὺ τὸ πονηρὸν πνεῦμα τὸν κτιζόμενον τοῖχον κατέστρεψε , καὶ ἕνα μοναχὸν ἔτι νέαν ἄγοντα τὴν ἡλικίαν, υἱὸν γενόμενον κοριαλίου τινὸς, τὸ γεγονὸς σύμπτωμα συνέτριψεν.
3 Οἱ δὲ τοῦ ἁγίου μαθηταὶ τοῦτο ἑωρακότες καὶ περίλυποι γενόμενοι, οὐ τοσοῦτον διὰ τὴν τοῦ τοίχου καταστροφὴν, ὅσον διὰ τὸν τοῦ ἀδελφοῦ κίνδυνον, τῷ σεβασμίω πατρὶ Βενεδίκτω μετὰ δακρύων προσῆλθον, τὸ συμβὰν ἀναγγέλλοντες.
4 δὲ συμπαθέστατος πατὴρ προσέταξε τοῦτον πρὸς ἑαυτὸν ἐνεχθῆναι, ὅντινα ταῖς χερσὶν ἆραι οὐκ ἴσχυσαν, καθ᾽ ὅτι οἱ πεπτωκότες λίθοι ἀπὸ τοῦ τοίχου οὐ μόνον αὐτοῦ τὸ σῶμα, ἀλλὰ καὶ τὰ ὀστᾶ συνέτριψαν.
5 Ἀδυνάτως οὖν ἔχοντες ταῖς χερσὶν, ὡς εἴρηται, τοῦτον ἆραι, ἀναγκαῖον ἠτήσαντο ἐν σαγίω ἀνακλῖναι αὐτὸν, καὶ οὕτως πρὸς τὸν σημειοφόρον ἀγαγεῖν Βενέδικτον. Παραυτὰ δὲ ἐκέλευσεν αὐτὸν ἀναθῆναι ἐν τῷ ἑαυτοῦ ψιαθίω ἐν ᾧ εὔχεσθαι εἰώθει· καὶ ἐκβαλὼν ἔξω τοὺς ἀδελφοὺς, καὶ τὴν θύραν τοῦ κελλίου ἀποκλείσας, ἑαυτὸν εἰς προσευχὴν ἐκδέδωκε· καὶ κλίνας γόνυ τὸν Θεὸν ἱκέτευεν ὑπὲρ τῆς τοῦ συντριβέντος ἀδελφοῦ ἰάσεως.
6 Καὶ ἦν ἰδεῖν ἐν τῇ ῶρᾳ ἐκείνῃ θαῦμα ἀληθῶς φρίκης καὶ ἐκστάσεως ἄξιον· μετὰ γὰρ την τῆς προσευχῆς τελείωσιν, παραυτίκα νεανίας μόνος ἀνέστη ὑγιὴς ὅλω τῷ σώματι. δὲ ἅγιος τοῦτον πάλιν ἀπέστειλε πρὸς τοὺς ἀδελφοὺς, ἐπὶ τῷ σὺν αὐτοῖς ἐργάζεσθαι ἐν τῇ τοῦ συμπεπτωκότος τοίχου οἰκοδομῇ.
7 δὲ ἐξθρὸς προσδοκήσας τῇ ἑαυτοῦ ἀπατηλῇ ἐνεργείᾳ, διὰ τοῦ παρ᾽ αὐτοῦ ἐπινοηθέντος κινδύνου θάνατον ἐπαγαγεῖν τῷ ἀδελφῷ, μᾶλον δι᾽ αὐτοῦ κατῃσχύνθη, καὶ χλεύην, ἥνπερ τῷ μακαρίω ἡτοίμασεν ἑαυτῷ ἐπεσπάσατο, ὄνειδός τε καὶ καταφρόνησις παρὰ τοῖς τοῦ ἁγίου μαθηταῖς γενόμενος . Ἐντεῦθεν λοιπὸν τοῦ Θεοῦ ἄνθρωπος προφητείας χάριν παρὰ Θεοῦ ἐκομίσατο τοῦ προλέγειν τὰ μέλλοντα, καὶ μηνύειν ὡς ἐνεστῶτα.
Gregorius Magnus HOME

bsb42114.87 csg213.42 csg214.32

Gregorius Magnus, Dialogi, 2, X_L De phantastico coquinae incendio. <<<     >>> XI_L De puerulo monacho parietis ruina confracto, et eius oratione sanato.
monumenta.ch > Gregorius Magnus > 11G