monumenta.ch > Gregorius Magnus > 10G
Gregorius Magnus, Dialogi, 2, IX_L De ingenti saxo per viri Dei orationem levato. <<<     >>> X_L De phantastico coquinae incendio.

Gregorius Magnus, Dialogi, 2, CAPUT X_G ΚΕΦΑΛ. Ι′. Περὶ τοῦ εὑρεθέντος χαλκοῦ ζωδίου, ὅθεν ἐξῆλθεν ἐν φαντασίᾳ τὸ πῦρ.

1 Ἔδοξεν οὖν τῷ ἁγίω τοῖς οἰκείοις ἐπιτρέψαι μαθηταῖς, ἵνα ἐν τῷ τὸπω ἐκείνω, ἐν ᾧ λίθος τὸ πρὶν ἔκειτο, τὴν γῆν ὀρύξωσι· κατὰ τὸ προσταχθὲν αὐτοῖς οὖν, βαθὺ ὤρυγμα πεποιηκότες, εἴδωλον χαλκοῦν εὗρον ἐκεῖσε, ὄπερ ὲν τῷ μαγειρείω ῥιφὲν, αἰφίδιον πῦρ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν μοναχῶν ἐδειξε ταῖς ἑαυτοῦ φαντασίαις, ὡς ὅτι ἅπαν τὸ τοῦ μαγειρείου κτίσμα κατεκαύθη.
2 Ἤρξαντο οὖν οἱ ἀδελφοὶ ἐν θορύβω πολλῷ ὕδωρ ἐπιχέειν, ὡς δῆθεν σβεννύοντες τὴν ἐν ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἐχθροῦ φαντασιώδη φλόγα γεγονυῖαν. Αἰσθόμενος δὲ τοῦ Θεοῦ ἄνθρωπος τοὺς ἀδελφοὺς ἐν θορύβω πολλῷ γεγονότας, καὶ τὴν αἰτίαν παρ᾽ αὐτῶν ἐγνωκὼς, ἐν τῷ μαγειρείω παραγέγονε, καὶ τὸ πῦρ ὅπερ ἔλεγον οἱ ἀδελφοὶ ὁρᾷν, αὐτὸς ἔφασκε μηδαμῶς τοῦτο θεωρεῖν, εὐθέως δὲ τὴν κεφαλὴν τῷ Θεῷ κατὰ τὸ συνῆθες εἰς προσευχὴν κλίνας, ἐδέετο ὑπὲρ τοῦ ἀπελθεῖν ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀδελφῶν τὴν φανεῖσαν αὐτοῖς τοῦ ἐχθροῦ φαντασιώδη χλεύην.
3 Ἀναστὰς δὲ ἀπὸ τῆς προσευχῆς, τοὺς ἀπατηθέντας τῶν ἀδελφῶν ὀφθαλμοὺς ἐῤῥωμένους εν τῇ τοῦ σώματος φυσικῇ ὁράσει ἀποκατέστησε διὰ τῆς αὐτοῦ πρὸς τὸν Θεὸν ἑκεσίας, ὥστε οὐκέτι ἐθεάσαντο τὸ τοῦ μαγειρείου κτίσμα ταῖς τοῦ διαβόλου φλογαῖς καιόμενον. ἀλλ᾽ ἐν ὀρθαλμοῖς αὐτῶν ὡρᾶτο ἄφλεκτον καὶ ἀσάλευτον.
Gregorius Magnus HOME

bsb42114.86 csg213.41 csg214.31