monumenta.ch > Gregorius Magnus > 9G
Gregorius Magnus, Dialogi, 2, VIII_L De pane veneno infecto per corvum longius proiecto. <<<     >>> IX_L De ingenti saxo per viri Dei orationem levato.

Gregorius Magnus, Dialogi, 2, CAPUT IX_G ΚΕΦΑΛ. Θ′. Περὶ λίθου παμμεγέθους διὰ προσευχῆς αὐτοῦ ἐλαφροῦ γενομένου.

1 Ἑν μιᾷ τῶν ἡμερῶν, τῶν ἀδελφῶν, κτιζόντων τὴν τοῦ κελλίου οἴκησιν ἔνθα τὸν ἅγιον ἡσυχάζειν ἐχρήν, λίθος ἐν τῷ μέσω ἔκειτο, ὃν ἐν τῷ κτίσματι θεῖναι οἱ ἀδελφοὶ ἐβούλοντο. Ἐν δὲ τῷ ἐλθεῖν ἐπὶ τὸ κινῆσαι τὸν λίθον τρεῖς τὸν ἀριθμὸν τοὺς ἀδελφοὺς, τοῦτον ἀπὸ τῆς γῆς κουφίσαι οὐκ ἴσχυσαν.
2 Πλεῖστοι δὲ πάλιν συνελθόντες, καὶ μηδὲν ὀνήσαντες , διέμεινεν λίθος ἀσάλευτος, ὥστε δοκεῖν αὐτοῖς ἐῤῥιζωμένον ἐν τῇ γῇ αὐτὸν εἶναι. Τοῦτο δὲ πᾶσι φανερὸν γέγονεν, ὅτι ἐπάνω αὐτοῦ αὐτὸς διάβολος ἐκαθέζετο, ὃν τοσούτων ἀνδρῶν χεῖρες κινῆσαι οὐκ ἴσχυον.
3 Ἐν ἀπορίᾳ δὲ γενόμενοι οἱ ἀδελφοὶ πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον ἀπέστειλαν, ἐπὶ τῷ αὐτὸν σκυλέντα ἀποδιῶξαι τὸν ἐχθρὸν διὰ τῆς ἑαυτοῦ πρὸς Θεὸν πρεσβείας, ὅπως τὸν λίθον ἆραι δυνηθῶσι.
4 Ὅστις εὐθέως παραγεγονὼς, καὶ εὐχὴν ποιήσας, ἐπέστρεψε τοῖς μαθηταῖς ἆραι τὸν λίθον. Τοσαύτῃ δὲ εὐκόλω σπουδῇ λίθος ἤρθη, ὥστε νομίζειν αὐτοὺς μηδὲν Βάρος αὐτὸν ἐσχηκέναι, τὸ πρότερον ἀκίνητον ὄντα.
Gregorius Magnus HOME

bsb42114.86 csg213.41 csg214.31