Gregorius Magnus, Dialogi, 2, CAPUT VI_G ΚΕΦΑΛ. ς′. Περὶ τοῦ ἐκπεσόντος ἐν τῇ λίμνῃ σιδηροῦ ἐργαλείου.
1 | Ἄλλοτε πάλιν ἀνήρ τις τῷ μὲν γένει Γότθος, πτωχὂς δὲ τῷ πνεύματι, ἐν ἐπιστροφῇ μετανοίας πρὸς τὸν ἡγιασμένον Βενέδικτον παρεγένετο, ὃν ὁ ἄνθρωπος τοῦ Θεοῦ προθύμως ὑπεδέξατο. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν ἐκέλευσεν ὁ ἅγιός τινι τῶν ἀδελφῶν δοῦναι αὐτῷ σιδηροῦν ἐργαλεῖον, ὅπερ ἐπιχωρίως ὀνομάζεται ξυλοκόπιν πρὸς τὸ ἐκκαθάραι ἀκανθώδη καὶ φρυγανώδη τόπον, εἴ πως δυνηθῶσι γεωργῆσαι κῆπον τοῖς ἀδελφοῖς· ὁ δὲ τόπος ἐκεῖνος, ὃν ἐπὶ τῷ καθάραι Γότθος ἐδέξατο, ὑπεράνωθεν τοῦ λάκκου ἦν· ἡνίκα δὲ ὁ Γότθος τὰ τῶν ἀκανθῶν δάση, τῇ τοῦ πατρὸς πειθόμενος ὑπακοῇ, δυνάμει ἐξέκοπτε, τὸ σιδηροῦν ἐργαλεἳον ἐκ τοῦ συμβεβηκότος ἐν τοιούτω βάθει τοῦ λάκκου πέπτωκεν, ἐν ᾧ οὐκ ἦν προσδοκία τῆς εὑρέσεως αὐτοῦ. |
2 | Ὁ δὲ προῤῥηθεὶς Γότθος πρὸς Μαῦρον τὸν μοναχὸν ἔδραμεν, καὶ τὸ συμβὰν ἀνήγγειλεν αὐτῷ, καὶ ὑπὲρ τοῦ σφάλματος μετάνοιαν ἐξῃτεῖτο. Ὁ δὲ μοναχὸς Μαῦρος σπουδαίως τὸ γεγονὸς ἀνήγγειλε τῷ ἀνθρώπω τοῦ Θεοῦ. |
3 | Ὁ δὲ θαυματουργὸς οὗτος ἀνὴρ ταῦτα ἀκούσας, ἦλθεν εἰς τὸν τόπον ἐν ᾧ ἦν πεσὸν τὸ σιδήριον, καὶ ἄρας τὸ μανούβριον ἐκ τῶν τοῦ Γότθου χειρῶν, καὶ τούτου τὸ μέρος ἐν ᾧ ἧν καθηλωμένον τὸ ἐργαλεῖον ἐν τῷ λάκκω χαλάσας, εὐθέως ἐκ τοῦ βυθοῦ τοῦ ὕδατος τὸ ἐργαλεῖον ἀνελθὸν, εἰσῆλθεν ἐν τῷ ἑαυτοῦ τόπω. |
4 | Ὅπερ ἀκανθοκόπον ἐργαλεῖον ἀπέδωκεν ὁ ἅγιος τῷ Γότθω, εἰπών· «Ἰδοὺ τὸ ἐργαλεῖον, δεξάμενος τοῦτο, ἐργάζου, καὶ μηδὲν λυπηθῇς |