Gregorius Magnus, Dialogi, 2, CAPUT V_G ΚΕΦΑΛ. Ε′. Περὶ τοῦ ἐξελθόντος χειμάῤῥου διὰ προσευχῆς αὐτοῦ ἐκ πέτρας ζώσης.
1 | Ἐκ τῶν ῥηθέντων τοίνυν μοναστηρίων, ὧνπερ ἐν αὐτῷ τῷ τόπω συνεστήσατο ὁ ἐν ἁγίοις πατὴρ Βενέδικτος, τρία ἐξ αὐτῶν ὑπεράνω τῶν τοῦ ὄρους ἦσαν κρημνῶν, καὶ σφόδρα ὑπῆρχε τοῖς ἀδελφοῖς ἐπίμοχθον τὸ διηνεκῶς κατέρχεσθαι εἰς τὸν λάκκον, καὶ τὴν τοῦ ὕδατος πορίζεσθαι χρείαν· ἡ γὰρ πάροδος διὰ τοῦ ἐπικινδύνου μέρους τοῦ ὄρους ἦν, ὥστε σὺν φόβω πολλῷ κατιέναι αὐτοὺς καὶ ἀνέρχεσθαι. |
2 | Τότε συναχθέντες οἱ ἐν τοῖς τρισὶν ἐκείνοις μοναστηρίοις κατοικοῦντες μοναχοὶ πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Βενέδικτον παρεγένοντο, παρακαλοῦντες αὐτὸν καὶ λέγοντες· «Πάτερ τίμιε, δύσκολον ἡμῖν ἐστι διὰ τὴν τοῦ ὅρους ἀμφίκρημνον διάβασιν ἕως τοῦ λάκκου κατέρχεσθαι, καὶ τὴν τοῦ ὕδατος χρείαν πορίζεσθαι· ἐπάναγκες οὖν ἐστι μετοικῆσαι τὰ μοναστήρια, ἵνα μή τινες τῶν ὰδελωῶν ὀλισθήσαντες βιαίω θανάτω περιπέσωσιν. |
3 | » Οὓς παραινετικοῖς τε καὶ παρακλητικοῖς λόγοις ἐπαλείψας ἀπέλυσεν. Αὐτῇ δὲ τῇ νυκτὶ παραλαβὼν νεανίαν τινὰ μεθ· ἑαυτοῦ Πλάκιδον τοὔνομα, οὗ καὶ τὸ πρὶν μνείαν ἐποιησάμην, ἀνῆλθεν ἐν τῷ αὐτῷ τοῦ ὄρους δυσβάτω κρημνῷ, καὶ αὐτόθι ἐν τῇ πρὸς Θεὸν δεήσει προσκαρτερήσας, ἀναστὰς ἀπὸ τῆς προσευχῆς, καὶ τρεῖς ἀράμενος λίθους, ἐν αὐτῷ τῷ τόπω ἀπὸ διαστήματος ἔθετο, καὶ πάντων ἀγνοούντων τὸ γεγονὸς θαῦμα ἐν τῷ ἑαυτοῦ ὑπέστρεψε κελλίω. |
4 | Τῇ δὲ ἐπαύριον παρεγένοντο πρὸς αὐτὸν οἱ προειρημένοι ἀδελφοὶ διὰ τὴν προτέραν τοῦ ὕδατος αἴτησιν· ὁ δὲ ὅσιος πρὸς αὐτοὺς εἶπεν· «Ἀνέλθετε, τέκνα, ἐν ἐκείνω τῷ κρημνῷ ἐν ᾧ εὑρήσετε τρεῖς λίθους ὕπερθεν ἀλλήλων κειμένους, καὶ ἐν αὐτῷ τῷ τόπω ὀρύξατε· δυνατὸς γάρ ἐστιν ὁ παντοδύναμος Θεὸς καὶ ἐν ἐκείνω τῷ ὕψει τοῦ ὄρους ὕδωρ ὑμῖν δαψιλὲς παρασχεῖν. |
5 | καὶ τὴν ἐπίμοχθον δυσκολίαν τῆς ὁδοῦ ῥᾳδίαν ποιῆσαι.» Οἱ δὲ ἀπελθόντες ἐν τῷ τοῦ ὄρους κρημνῷ εὗρον οὕτως καθὼς ὁ Πατὴρ εἶπεν, ἐν ᾧ τόπω ἡ τοῦ ὄρους ἄνυδρος σκληρότης ἰκμάδας τινὰς καὶ ἱδρῶτας ὕδατος ἀνέπεμπεν. |
6 | Ποιήσαντες οὖν ὄρυγμα μέγα παραυτὰ ὑδάτων πλῆθος ἀνέβλυσεν, ἅπερ μέχρι τοῦ νῦν ἀφθόνως ὑπερχεῖται, τὴν τοῦ ἁγίου θαυματουργίαν εἰς τὸ διηνεκὲς πᾶσι δεικνύοντα· ἡ δὲ τῶν ὑδάτων περισσεία ὑπὸ τὸ ὄρος διεκτρέχουσα φαίνεται. |