Gregorius Magnus, Dialogi, 2, CAPUT IV_G ΚΕΦΑΛ. Δ′. Περί τινος μοναχοῦ ἐῶντος τὴν μονὴν καὶ σχολάζοντος εἰς γηΐνας θεωρίας.
1 | Ἐν ἑνὶ δὲ τῶν αὐτῶν μοναστηρίων, ὧν πέριξ συνεστήσατο ὁ τοῦ Θεοῦ θεράπων Βενέδικτος, ἦν τις μοναχὸς ὑπὸ ῥᾳθυμίας ὀχλούμενος· ὅστις τῷ τῆς προσευχῆς καιρῷ στῆναι σὺν τοῖς ἀδελφοῖς οὐκ ἐκαρτέρει, ἀλλ᾽ ἡνίκα πάντες οἱ ἀδελφοὶ εἰς γονυκλισίαν ἑαυτοὺς ἐνώπιον τοῦ Θεοῦ ἐστρώννυον, ἐκεῖνος ἐξήρχετο ἔξω, καὶ τῇ ἀργολογίᾳ καὶ ῥαθυμίᾳ ἑαυτὸν ἐξεδίδου. |
2 | Ὁ δὲ τούτου ἀββᾶς πολλάκις αὐτὸν νουθετήσας, καὶ μηδὲν ἀνύσας, πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον τοῦτον ἀπήγαγεν· ὅστις αὐτοῦ τὴν ματαιότητα σεμνῶς τε καὶ πρεπόντως διήλεγξεν, καὶ τῇ νουθεσίᾳ τοῦτον στηρίξας ἀπέλυσεν· ὁ δὲ ἐν τῷ μοναστηρίω ὑποστρέψας, μόλις δύο ἡμέρας ἐν τῇ τοῦ ἀνθρώπου τοῦ Θεοῦ νουθεσίᾳ διέμεινεν, ἐπεί τοί γε τῆisubgr; τρίτῃ ἡμέρᾳ εἰς τὸ διαβολικὸν ἔθος ὑποστρέψας, πλάζεσθαι τῷ καιρῷ τῆς προσευχῆς ἤρξατο. |
3 | Ὁ δὲ τούτου ἀββᾶς θεασάμενος αὐτὸν ὑπὸ τοῦ τῆς ἀκηδίας δαίμονος νικηθέντα, αὖθις πρὸς τὸν τοῦ Θεοῦ ἄνθρωπον παραγενόμενος, διηγήσατο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν· ὁ δὲ ἅγιος εἶπε πρὸς αὐτόν· «Ἐγὼ ἐλθὼν δι᾽ ἑαυτοῦ διορθοῦμαι αὐτόν. |
4 | » Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν μονὴν, καὶ τῇ ὡρισμένῃ ὥρᾳ ἡνίκα ἐπληρώθη ὁ τῆς ψαλμωδίας ὕμνος, καὶ ἑαυτοὺς οἱ ἀδελφοὶ εἰς προσευχὴν δεδώκασι γόνυ κλίναντες, εἶδεν ὁ ἅγιος, καὶ ἰδοὺ νεανίσκος τις αἰθίωψ τῷ εἴδει κρατήσας τὸ πτερύγιον τοῦ ἱματίου τοῦ ἀδελφοῦ ἐκείνου τοῦ ἐν τῇ προσευχῆ καρτερῆσαι μὴ δυναμένου, εἷλκεν αὐτὸν ἔξω τῆς ἐκκλησίας. |
5 | Τότε ὁ ἅγιος τῷ προεστῶτι τῆς μονῆς ἐκείνης, Πομπηἳανῷ τοὔνομα, καὶ Μαύρω τῷ δούλω τοῦ Θεοῦ μυστικῶς εἶπεν· «Οὐχ ὁρᾶτε τίς ἐστιν ὁ τὸν μοναχὸν τοῦτον ἔξω τῆς ἐκκλησίας ἕλκων·» οἱ δὲ ἀποκριθέντες, εἶπον· «Οὐχὶ, πάτερ,»· πρὸς οὓς ὁ ἅγιος εἶπεν· «Εὐξώμεθα ὅπως καὶ ὑμεῖς θεάσησθε ὃν οὗτος ὁ μοναχὸς ἀκολουθεῖ. |
6 | » Ὡς δὲ ηὔξαντο ἐπὶ δύο ἡμὲρας, Μαῦρος ὁ μοναχὸς ἐθεάσατο, Πομπηἳανὸς δὲ ὁ τοῦ αὐτοῦ μοναστηρίου πατὴρ θεωρῆσαι οὐκ ἠδυνήθη· τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ πληρωθείσης τῆς εὐχῆς ὁ τοῦ Θεοῦ ἄνθρωπος ἐξελθὼν ἐκ τοῦ εὐκτηρίου ἑστῶτα ἔξω τὸν μοναχὸν εὗρε, καὶ τοῦτον διὰ τὴν τύφλωσιν τῆς καρδίας αὐτοῦ τῇ ῥάβδω ἔτυψεν· ὅστις ἀπ᾽ αὐτῆς τῆς ἡμέρας ἠλευθερώθη ἐκ τῆς συνεχούσης αὐτὸν ῥᾳθυμίας τοῦ δαίμονος, καὶ λοιπὸν ἐν τῇ προσευχῇ προθύμως σὺν τοῖς ἀδελφοῖς μέχρι συμπληρώσεως διέμενε, μηκέτι τοῦ ἐχθροῦ ἐκείνω τῷ ἀδελφῷ προσψαῦσαι τολμήσαντος, ὡς οἷα ὑπὸ τοῦ ἁγίου τῇ πληγῇ τῆς ῥάβδου μαστιγωθείς. |