monumenta.ch > Gregorius Magnus > G
>>> Gregorius Magnus, Dialogi, 2, PROLOGUS_L

Gregorius Magnus, Dialogi, 2, PROLOGUS_G

1 Ἀνήρ τις ὑπῆρχε, τῇ πολιτείᾳ μὲν εὐλαβέστατος, χάριτι δὲ Θεοῦ κεκοσμημένος, τοὔνομα Βενέδικτος· ἲς ἐκ παιδόθεν τῇ τῆς καρδίας καθαρότητι ἐλαμπρύνετο, καὶ τῇ τοῦ σώματος ἁγνείᾳ κεκαλλώπιστο, ἐν οὐδενὶ θελήματι σαρκικῷ τὸ παράπαν τὴν ψυχὴν καθυποτάξας· ἀλλ᾽ ἔτι ἔφηβος ὢν, καὶ σφριγῶν τῷ σώματι ὅπερ ἡδυπαθῶς δρᾶσαι ὴδύνατο, ἑκουσίως ἐβδελύξατο, καὶ λοιπὸν ὡς ξηρὸν τοῦτον τὸν κόσμον μετὰ τοῦ ἄνθους αὐτοῦ ἐλογίζετο.
2 Ὅστις δίκην ἑωσφόρου ἀστέρος ἐκ τῆς Νουρσίας χώρας, τῇ τῶν Ῥωμαίων χώρᾳ ἀνέτειλε· τῇ δὲ τῶν ἐλευθερικῶν γραμμάτων διδαχῇ παραδοθεὶς ὑπῆρχεν. Ἀλλ᾽ ἐν τούτοις πολλοὺς ἀπιέναι διὰ τὰ φθαρτὰ πάθη κατανοήσας, ἐκεῖνον ὃν ἔθετο πόδα ἐν τῇ τῶν μαθημάτων διατρίβῇ, εὐσεβεῖ λογισμῷ τοῦτον ἀνθείλκυσεν· ἵνα μὴ εἰς ἀνήκεστον κρημνὸν ὅλως καταπέσειε. Βδελυξάμενος τοίνυν τῶν γραμμάτων τὴν διδαχὴν, καταλείψας τε τὸν οἶκον καὶ τὰ πατρῷα αὐτοῦ πράγματα, μόνω Θεῷ ἀρέσαι ἐπιθυμήσας, τοῦ ἁγίου καὶ μονήρους βίου τὸ σχῆμα ἐπεπόθησεν.
3 Ἀπέστη τοίνυν τῆς τῶν γραμμάτων παιδεύσεως, γινώσκων ὡς μὴ γινώσκων, καὶ σοφὸς ὡς ἄσοφος. Τούτου τοῦ σεβασμίου πατρὸς τὰ κατὰ Θεὸν κατορθώματα, ἐγὼ μὲν σαρκικοῖς ὀφθαλμοῖς οὐ τεθέαμαι, ἀλλ᾽ ἅπερ ἀκήκοα παρὰ τεσσάρων αὐτοῦ τὸν ἀριθμὸν μαθητῶν διηγουμένων, ταῦτα ἐρῶ· Κωνσταντίνου λέγω δὴ εὐλαβεστάτου πάνυ ἀνδρὸς, ὅστις αὐτοῦ τὴν ποιμαντικὴν ἡγεμονίαν διεδέξατο· Βαλεντίνου, τοῦ πολλοῖς ἔτεσι τὴν ἐν Λατεράνῃ εὐαγεστάτην μονὴν διἳθύναντος· Συμπλικίου, τοῦ τὴν αὐτοῦ συνοδίαν μετέπειτα κατὰ διαδοχὴν τρίτον ποιμάναντος· Ὁνωράτου, τοῦ νυνὶ τοῦ κελλίου αὐτοῦ ἐν ᾧ πρότερον διῆγε, προεστῶτος.
Gregorius Magnus HOME

bsb42114.62 csg213.31 csg214.10

>>> Gregorius Magnus, Dialogi, 2, PROLOGUS_L
monumenta.ch > Gregorius Magnus > G