8 | Τῷ φιλανθρωποτάτῳ καὶ γαληνοτάτ Θεοδοσίῳ Αὐγούστῷ, Λέων ἐπίσκοπος, καὶ ἡ ἁγία σύνοδος, ἡ ἐν τῇ Ῥωμαίων πόλει συναχθεῖσα. |
9 | Τοῖς γράμμασι τῆς ὑμετέρας φιλανθρωπίας ἐντυχόντες, οἶς περ πρώην εἰς τὴν καθέδραν Πέτρου τοῦ μακαριωτάτου ἀποστόλου πόθῳ τῆς καθολικῆς πίστεως ἐξεπέμψατε, τοσαύτην παῤῥησίαν ἐλάβομεν εἰς ἐκδίκησιν τῆς δι' ὐμῶν ἀληθείας, καὶ τῆς εἰρήνης, ἵνα ἐν πράγματι οὕτως ἁπλουστέρῳ, καὶ ἀσφαλεῖ, μηδὲν ἡγησώμεθα δύνασθαι καινοτομεῖσθαι πρὸς βλάβην· μάλιστα ὅταν εἰς τὸ ἐπισκοπικὸν κριτήριον, όπερ ἐν τῇ Ἑφεσίων συναχθῆναι προσετάξατε, οὕτως ἀσφαλεῖς ἀπεστάλησαν, ὡς, εἰ τὰ γράμματα, ἃ πρὸς τὴν σύνοδον, ἢ καὶ πρὸς Φλαυιανὸν τὸν ἐπίσκοπον διεπεμψάμεθα, τῶν ἐπισκόπων ταῖς ἀκοαῖς δημοσιευθῆναι ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος συνεχώρησεν, οὕτω τῇ φανερότητι τῆς καθαρᾶς πίστεως, ἡν τινα θεόθεν, ἐμπνευσθεῖσαν καὶ παρελάβομεν, καὶ φυλάττομεν, πᾶσα φιλονεικία, καὶ ταραχὴ ἡσύχασεν ἄν· ἵνα μήτε ἡ' ἀπαιδευσία περαιτέρω παρεφρόνησε, μήτε ἀφορμὴν βλάβης ἡ ἀφροσύνη ἐξεῦρεν. |
10 | Ἀλλ' ὅταν τὰ ἴδια πράγματα τῆς Ἑκκλησίας ἀφορμῇ ἐγυμνάζετο, ἐτολμήθη δι' ὀλίγων ἀσεβείας, ὅπερ τὰς ἁπανταχοῦ Ἐκκλησίας ἐτραυμάτισε. |
11 | Μεμαθήκαμεν γὰρ οὐχὶ ἀδήλῳ φήμῃ, ἀλλὰ βεβαίῳ διαγγέλματι διὰ Ἰλάρου τοῦ ἡμετέρου διακόνου, ὅς τις πέφευγε διὰ τὸ μὴ ἀναγκασθῆναι βιαίως ὑπογράψαι· καὶ ἐπείσθημεν μὲν ἐν τῇ συνόδῳ συνελθεῖν πλείστους ἐπισκόπους· οἳ δηλαδὴ τῇ χρησίμῳ συγγενεῖ προνοίᾳ ἐν τῷ κριτηρίῳ συμβαλέσθαι ἠδυνήθησαν, εἰ ἐκεῖνος, ὅς τις ἑαυτῷ τόπον ἄρχοντος ἐξεδίκησεν, ἐπισκοπικὴν ἐπιείκειαν φυλάξαι ἠνέσχετο, ἵνα, ὡς τὸ ἔθος ἔχει, πάντων ἐλευθερίως προενεχθεισῶν τῶν ἀποφάσεων, ἐκεῖνο ἡσύχῳ καὶ δικαίᾳ ὁρισθῇ διαγνώσει, ὅπερ καὶ τῇ πίστει συνέτρεχε, καὶ τοῖς πλανωμένοις συνεβάλλετο· ἐν αὐτῇῇ γὰρ τῇ κρίσει οἀ πάντας, οὃς συνελθεῖν συνιέναι μεμαθήκαμεν εἰσαχθέντας, οἵ τινες κατὰ γνώμην τοῦ προλεχθέντος ἐπισκόπου ταῖς ἀσεβέσιν ὑπογραφαῖς αἰχμαλώτους τὰς χεῖρας ἐπέδωκαν. |
12 | Ἤιδεισαν γὰρ βλαβερὸν τοῖς ἁγίοις αὐτῶν ἀξιώμασιν εἶναι, εἰ μὴ τὰ κελευσθέντα πεποιήκασι. |
13 | Τοιαύτην δὲ παρ' αὐτοῦ γενέσθαι τὴν πρόφασιν, ἵν' ἑνὸς ἀνθρώπου ἀδίκως ἐναγομένου, κατὰ πάσης τῆς ἐκκλησίας χαλεπαίνῃ. |
14 | Ὅπερ οἱ ἡμέτεροι ἀπὸ τῆς ἀποστολικῆς καθέδρας ἀποσταλέντες, τοσοῦτον ἀσεβὲς ἰδόντες ἐπὶ τῇ συγκαταθέσει, μηδεμιᾷ κατανοήσει δυνηθῆναι συγκαταθέσθαι· ὥστε μετὰ παῤῥησίας ἐν αὐτῇ τῇ συνόδῳ διεμαρτύραντο, οὐδαμῶς τοῦτο τὸ παρ' αὐτῶν δογματισθὲν, δύνασθαι πάμπαν δέξασθαι τὴν ἀποστολικὴν καθέδραν· ὅτι ὡς ἀληθῶς πάσης τῆς καθολικῆς πίστεως τὸ μυστήριον, ὅπερ ἀπείη ἀπὸ τῶν καιρῶν τῆς ὑμετέρας εὐσεβείας, σχίζεται, εἰ μὴ αὐτὴ ἡ χαλεπωτάτη πρᾶξις, ἥτις πᾶσαν ἀσέβειαν ὑπερβάλλει, ἐξαλειφθείη. |
15 | Ἀλλ' ἐπειδὴ ἡ διαβολικὴ κακουργία, λεπτομερῶς ἀπατῶσα τοὺς ἀφελεστέρους, τῷ τρόπῳ τούτῳ τὴν ἀπαιδευσίαν ἐπὶ ὁμοιώματι τῆς εὐσεβείας ἀπατᾷν ἐπεχείρησεν, ἵνα ἀντὶ τῶν ὑγιαινόντων τὰ βλαβερὰ συμβουλεύσῃ ἁποκινήσατε, παρακαλοῦμεν, ἁπὸ τῆς συνειδήσεως τῆς ὑμετέρας εὐσεβείας τὸν κίνδυνον τῆς θρησκείας, καὶ τῆς πίστεως· καὶ ὅπερ ἑπὶ τοῖς κοσμικοῖς πράγμασι τῇ ἱσότητι τῶν ὑμετέρων νόμων συγχωρεῖται, καὶ ἐν τοῖς θείοις δόγμασι σκεψάμενοι παράσχετε. |
16 | Ἵνα τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ βίαν μὴ ἐπενέγκῃ ἡ ἀνθρωπίνη προπέτεια. |
17 | Ἰδοὺ γὰρ ὲγὼ, Χριστιανὲ καὶ αἰδέσιμε βασιλεῦ, μετὰ τοῦ συλλειτουργοῦ μου πληρῶν τὰ περὶ τὴν αἰδῶ τῆς ὑμετέρας εὐσεβείας, καθαρῷ πόθῳ ποιοῦμαι τὴν διακονίαν, ἐπιθυμῶν ὑμᾶς ἐν πᾶσιν ἀρέσαι Θεῷ πρὸς ὃν ὑπὲρ ὑμῶν αἱ ἐκκλησίαι καταδέονται, μὴ ἐπὶ τοῦ βὴματος τοῦ Κυρίου αἴτιοι τῆς σιωπῆς κριθῶμεν· παρακαλοῦμεν ἐνώπιον τῆς μιᾶς θεότητος τῆς ἀδιαιρέτου τριάδος, ἥτις φύλαξ οὖσα ὑμετέρα, καὶ αὐθέντρια τῆς βασιλείας, καὶ ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ, πάντα ἐν τῇ αὐτῇ καταστάσει εἶναι κελεύσατε, ἐν ᾗ γεγόνασι πρὸ πάσης κρίσεως, ἕως ἂν ἐκ παντὸς τοῦ κόσμου μείζων ἀριθμὸς συναχθεὶη τῶν ἐπισκόπων· μήτε μὴν ἀλλοτρίagr;ι ἁμαρτίᾳ ἀνέχεσθε ἑαυτοὺς βαρυνθῆναι· ἐπειδὴ, ὅπερ ἀναγκαῖον ἑμῖν ἐστιν εἰπεῖν, δεδοίκαμεν, μὴ ἀπ' ἐκείνου, οὗ ἡ θρησκεία βλάπτεται, ἀγανάκτησις παρακολουθήσῃ. |
18 | Πρὸ ὀφθαλμῶν ἔχετε, καὶ τῇ τῆς καρδίας ὀξύτητι εὐλαβῶς προσέχετε τοῦ μακαρίου Πέτρου τὴν δόξαν, καὶ τοὺς κοινοὺς στεφάνους πάντων τῶν μετ' αὐτοῦ ἀποστόλων, πάντων τε τῶν μαρτύρων τὰ νικητήρια· οἷς οὐ γέγονεν ἄλλη ἀφορμὴ τοῦ πάθους, εἰ μὴ ἡ ὁμολογία τῆς ἀληθινῆς θεότητος, καὶ τῆς ἀληθινῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ. |
19 | Ὧι τινι μυστηρίῳ ἐπειδὴ νῦν ἀσεβῶς ἀπὸ ὁλίγων ἀφρόνων ἐναντιοῦται, πάντων τῶν μερῶν ἡμῶν αἱ ἐκκλησίαι πᾶσαι τῆς ὑμετέρας φιλανθρωπίας καταδέονται· διὰ τῶν ἐπισκόπων. |
20 | ἐπειδὴ καὶ οἱ ἡμέτεροι πιστῶς ἀντειρήκασι, καὶ αὐτὸς ἐκεῖνος Φλαυιανὸς ὁ ἐπίσκοπος λίβελλον ἐκκλήτου ἐπιδέδωκε, γενικὴν σύνοδον κελεύσατε ἐν τῇ Ἰταλίᾳ συνελθεῖν. |
21 | Ἥ τις πάντα τὰ προσκόμματα οὕτως ἀποκινήσει καὶ καταπραϋνεῖ ἵνα μὴ περαιτέρω τί ποτε ἢ περὶ τῆς πίστεως εὐρεθῇ ἀμφίβολον, ἢ ἐν τῇ ἀγάπῇ μεμερισμένον· συνερχομένων δηλαδὴ τῶν κατὰ τὴν ἀνατολὴν ἐπαρχιῶν ἐπισκόπων· ἵνα ὅσοι καταπονηθέντες ἀπειλαῖς, καὶ ὕβρεσιν, ἀπὸ τῆς ὀδοῦ τῆς ἀληθείας ἐξέκλιναν, εἰς σωτηρίας παραμυθίαν ὁλόκληρον ἀνακληθῶσι· καὶ αὐτοὶ δὲ ὧν ἐστιν ἡ σκληροτάτη ἀπόφασις, ἐὰν γνώμαις κρείττοσιν ἐπακολουθήσωσιν, ἀπὸ τῆς ἑνότητος τῆς ἐκκλησίας μηδαμῶς ἀποστῶσιν. |
22 | Ὅπως γὰρ μετὰ τὴν ἔκκλητον τοῦτο ἀναγκαίως αἰτοῦμεν, τῶν κατὰ Νικαίαν κανόνων αἱ ψῆφοι μαρτυροῦσιν· αἵ τινες ἀπὸ τῶν πανταχοῦ τοῦ κόσμου ἐπισκόπων καθιδρύθησαν, ὥσπερ ὑπετάξαμεν. |
23 | Συνέλθετε τοῖς καθολικοῖς τῷ ὑμετέρῳ πατρὡᾡῳ ἔθει, καὶ δότε παῤῥησίαν τῆς πίστεως εἰς ἐκδίκησιν· ἥν τινα, σωζομένης τῆς αἱδοῦς τῆς ὑμετέρας εὐσεβείας, οὐδεμία βία, οὐδεμία κοσμικὴ ἀπειλὴ δυνήσεται ἀποκινῆσαι. |
24 | Ὅταν γὰρ τῆς ἐκκλησίας τὰ δόγματα γυμνάζωμεν, τῆς ὑμετέρας εὐσεβείας, καὶ σωτηρίας φροντίζομεν. |
25 | ἵνα τῶν ὑμετέρων ἐπαρχιῶν ἡσύχῳ δικαιώματι ἀπολαύητε· ἐκδικήσατε κατέναντι τῶν αἱρετικῶν τὸν ἀσάλευτον τῆς ἐκκλησίας θεσμόν· ἵνα καὶ τῆς ὑμετέρας βασιλείος τῇ δεξίᾳ τοῦ Χριστοῦ ἐκδικηθείη τὸ κράτος. |
| EPISTOLA XLV. AD PULCHERIAM AUGUSTAM. |