6 | Δεσπότῃ νικητῇ Θεοδοσίῳ, καὶ τροπαιούχῳ ἀεὶ βασιλεῖ, υἱῷ, Γάλλα Πλακιδία ἡ εὐσεβεστάτη, καὶ ἀνθοῦσα, αἰωνία βασιλὶς, καὶ μήτηρ. |
7 | Ὁπήνικα ἐν ἀυτῆ τῇ εἰσόδῳ τῆς ἀρχαίας πὸλεως ταύτην ἐτιθέμεθα τὴν φροντίδα, ἀποδοῦναι τὴν προσκύνησιν τῷ μακαριωτάτῳ ἀποστόλῳ Πέτρῳ ἐν αὐτῷ τῷ προσκυνητῷ θυσιαστηρίῳ τοῦ μάρτυρος ὁ εὐλαβέστατος ἐπίσκοπος Λέων, ὀλίγον ἐπισχὼν ἑαυτὸν ἀπὸ τῆς εὐχῆς, ἕνεκα τῆς καθολικῆς πίστεως πρὸς ἡμᾶς ἀπωδύρατο· αὐτόν τε ὁμοίως τὸν κορυφαῖον τῶν ἀποστόλων, ᾧ καὶ ἔναγχος προσείημεν, μάρτυρα συλλαβόμενος, περιεστοιχισμένος τε πλήθει ἐπισκόπων, οὕς τινας ἀπὸ ἀναριθμήτων πόλεων ἐν τῇ Ἰταλίᾳ συνήγαγεν ὑπὸ τῆς ἀρχῆς τοῦ ἰδίου τόπου, καὶ τῆς ἀξίας, καὶ τοῖς ῥήμασι συνάπτων τὰ δάκρυα, εἰς κοινωνίαν τῶν ἰδίων θρήνων καὶ τὰς ἡμετέρας οἰμωγὰς ἐξεκαλεῖτο. |
8 | Οὐ μικρὰ γὰρ ἐκ τῶν γεγενημένων ζημία, τὴν τοσούτοις χρόνοις φυλαχθεῖσαν τοῦ καθολικοῦ κανόνος πὶστιν ἀπὸ τοῦ θειοτάτου πατρὸς ἡμῶν Κωνσταντίνου, ὃς πρῶτος ἐν τῷ βασιλείω διέλαμψε χρίστιανὸς, ἔναγχος τεταράχθαι πρὸς ὑπόληψιν ἑνὸς ἀνθρώπουι ὅς τις ἐν τῇ συνόδῳ τῆς Ἐφεσίων πόλεως μῖσος, καὶ ἀψιμαχίαν μᾶλλον λέγεται γεγυμνακέναι, τῇ τε τῶν στρατιωτῶν παρουσίᾳ, καὶ τῷ φύβῳ καταπλήττων τὸν ἐπίσκοπον τῆς Κωνσταντινουπόλεως Φλαυιανὸν, διὰ τὸ λίβελλον στεῖλαι πρὸς τὸν ἀποστολικὸν θρόνον, καὶ πρὸς πάντας τοὺς ἐπισκόπους τῶν μερῶν τούτων, διὰ τῶν ἀποσταλέντων ἐν τῇ συνόδῳ παρά τοῦ εὐλαβεστάτου ἐπισκόπου Ῥώμης· οἵ τινες κατὰ τούς ὅρους τῆς ἐν Νικαίᾳ συνόδου εἰθίσθησαν συνιέναι, δέσποτα ἁγνότατε υἱὲ βασιλεῦ προσκυνητέ. |
9 | Τούτου χάριν ἡ σὴ ἡμερότης τοῖς τοσούτοις θορύβοις ἀντιτιθεῖσα τὴν ἀλήθειαν ἄσπιλον τὴν πίστιν τῆς καθολικῆς θρησκείας παραφυλαχθῆναι προσταξάτω. |
10 | Ἵνα κατὰ τὸν τύπον, καὶ τον ὅρον τοῦ ἀποστολικοῦ θρόνου, ὃν καὶ ἡμεῖς ὁμοίως, ὡς προηγούμενον, προσκυνοῦμεν, ἐν τῇ στάσει τῆς ἱερωσύνης ἀβλαβοῦς μένοντος ἐν πᾶσι Φλαυιανοῦ, ἐν τῇ συνόδῳ τοῦ ἀποστολικοῦ θρόνου ἡ δίκη παραπεμφθείη ἐν ᾧ πρῶτος ἐκεῖνος, ὁ τὰς οὐρανοῦ κλεῖς ἀξιωθεὶς ὑποδέξασθαι, τὴν ἐπισκοπὴν τῆς ἀρχιερωσύνης ἐκόσμησε δηλαδή· ὁπότε πρὲπει ἡμᾶς ταύτῃ τῇ μεγίστῃ πόλει, ἥ τις δέσποινα πασῶν ὑπάρχει τῶν γεῶν, ἐν πᾶσι τὸ σέβας παραφλάξαι. |
11 | Ἐπιμελέστερον δὲ κᾀκείνου προνοῆσαι· ἵνα μὴ ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις ἡ ἡμετέρα γενεὰ διεφύλαξεν, ἐφ' ἡμῶν δόξῃ μιαίνεσθαι, καί διὰ τοῦ παρόντος ὑποδείγματος σχίσματα προχωρῆσαι ἔν τε τοῖς ἐπισκόποις, καὶ ταῖς ἁγιωτάταις ἐκκλησίαις. |