Codex Latin 2777

Missing Text
between
EPISTOLA L. AD CONSTANTINOPOLITANOS, PER EPIPHANIUM ET DIONYSIUM ROMANAE ECCLESIAE NOTARIUM., CAP. II., 5
and
EPISTOLA LI. AD FAUSTUM, ET CAETEROS ARCHIMANDRITAS CONSTANTINOPOLITANOS.

6 Λέων ἐπίσκοπος, καὶ ἡ ἁγία σύνοδος ἡ ἐν τῇ πόλει Ῥωμαίων συναχθεῖσα, κλήρῳ, ἀξιωματικοῖς, καὶ παντὶ τῷ λάῳ, τοῖς οἰκοῦσιν ἐν Κωνσταντινουπόλει, ἀγαπητοῖς υἱοῖς, ἐν Κυρίῳ χαίρειν.
7 Εἰς γνῶσιν ἡμῖν ἐλθόντων ἅπερ ἐν τῇ Ἐφέσῳ παρὰ τὴν προσδοκίαν πάντων πέπρακται, μεγάλῃ λύπῃ τὴν ψυχὴν ἡμῶν ὁμολογοῦμεν συγχυθῆναι, οὐδὲ τοσοῦτον ἐξεῖναι τῇ ἀνομίᾳ εὐχερῶς ἠδυνἡθημεν πιστεῦσαι, εἰ μὴ ὁ υἱὸς ἡμῶν Ἰλαρίων ὁ διάκονος, ὅς τις εἰς τόπον τὸν ἡμέτερον μετ' ἄλλων ἵνα παραγένηται ἐν τῇ συνόδῳ ἀποσταλεὶς, φεύγων ὑπέστρεψεν, ἐκκλίνων τῆς ἀδικίας κοινωνὸς γενέσθαι.
8 Εἰ καὶ τὰ μάλιστα φωνὴ ἀντιλογίας ἐκεῖσε ἀπὸ τῶν ἡμετέρων προβέβληκεν· ἥν τινα ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ὅς τις ἑαυτῷ διὰ τῆς ἀμέτρου δυναστείας τὸ πᾶν ἐξεδίκει, ἀκοῦσαι κατέπτυσεν, εἰς κοινωνίαν τῆς αὐτοῦ προαιρέσεως ἄκοντας ἕλκων τοὺς ἐπισκόπους, ἵνα διὰ τὴν βίαν ἀναγκασθῶσιν ὑπογράψαι, οἵ τινες οὐδὲ μίαν καθαιρέσεως ἀφορμὴν ἱκανὴν εὑρεῖν ἡδυνήθησαν.
9 Ἀλλὰ ταύτην τὴν τόλμην τῷ εὐσεβεῖ καὶ Χριστιανῷ βασιλεῖ πιστεύομεν οὐδαμῶς ἀρέσαι δύνασθαι.
10 Νῦν μέντοι ἐπειδὴ τὴν ἐκκλησίαν ὑμῶν ταύτῇ τῇ πράξει ἔγνωμεν διασκορπισθεῖσαν, παραμυθητέους καὶ προτρεπτέους ὑμᾶς εἶναι πιστεύρμεν διὰ τῶν ἡμετέρων ἐπιστολῶν, ἵνα ὑπὲρ τῆς καθολικῆς πίστεως τῆς ἐκδικίας, τῇ τῶν ἀπίστων ἀνομίᾳ ἐναντιώσησθε.
11 Οὐ γὰρ βουλόμεθα τὴν ἀγάπην ὑμῶν, ταύτῃ τῇ λὑπῃ καταφορτίζεσθαι, ὅθαν μείζων δόξα τῇ ὑμετέρᾳ παραμονῇ ἐπακολουθῇ ἵνα ἀπὸ τοῦ δεδοκιμασμένου ἐπισκόπου ὑμῶν, οὐδὲ μία ὑμᾶς ἀπειλὴ, οὐδὲ εἷς φόβος ἀποσπάσαι δυνήσεται· εἴ τις γὰρ ὑγιαίνοντος καὶ ζῶντος Φλαβιανοῦ τοῦ ἐπισκόπου (ὑμῶν) τὴν ἀρχιερωσύνην αὐτοῦ τολμήσει ὑπεισελθεῖν, οὐδέποτε εἰς κοινωνίαν ἡμετέραν γενήσεται, οὐδὲ μεταξὺ τῶν ἐπισκόπων δυνήσεται ἀριθμηθῆναι.
12 Ἡμεῖς γὰρ καθάπερ Νεστόριον ἐν τῇ αὐτοῦ διαστροφῇ ἀναθεματίσαμεν, οὕτως καὶ ἐκείνους οἵ τινες τὴν ἀλήθειαν τῆς σάρκοθς ἡμῶν ἐν τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ ἀρνοῦνται, ὁμοίᾳ ἀφοσιώσει καταδικάζομεν.
13 Στήκετε τοίνυν ἐν τῷ πνεύματι τῆς (καθολικῆς) ἀληθείας, καὶ τὴν ἀποστολικὴν προτροπὴν τῇ διακονίᾳ τοῦ ἡμετέρου στόματος δέξασθε· ἐπειδὴ ὑμῖν κεχάρισθαι ὑπὲρ τοῦ Χριστοῦ, οὐ μόνον ἵνα εἰς αὐτόν πιστεύητε, ἀλλὰ καὶ ὑπὲρ αὐτοῦ πάσχειν.
14 Μὴ θέλητε ὑπολαμβάνειν, ἀγαπητοὶ, ὅτι τῇ ἁγίᾳ αὐτοῦ ἐκκλησίᾳ ἀπολειφθήσεται ἢ ὑστερήσει ποτὲ ἡ θεῖα Ἐκκλησία [Forte ἐκδικία].
15 Ἐκλάμπει γὰρ τῆς πίστεως τὸ καθαρὸν, ὅταν ἀπ' οὐτῆς ὁ ῥύπος τῆς πλάνης χωρισθῇ.
16 Ὅθεν πάλιν καὶ πάλιν ὑμᾶς ἐνώπιον τοῦ Κυρίου διάμαρτυρόμεθα ὁμοῦ καὶ ὑπομιμνήσκομεν, ἵνα ἀπό τῆς πίστεως ἐν ᾗ τεθεμελιωμένοι ἐστὲ, καὶ ἐν ᾗ τὸν Χριστιανικώτατον βασιλέα οἴδαμεν παραμένειν, μήτε ἑνέδραις, μήτε τισὶν ἀπάταις μετακινηθείητε· ἀλλ' εἰς τὸ πρόσωπον τοῦ ἐπισκόπου ὑμῶν ἐκεῖνον τοῖς ὀφθαλμοῖς κατέχητε, ὑπὲρ οὗ αὐτὸς πάντα παθεῖν ἅπερ ἐπηνέχθη οὐκ ἐφοβήθη· οὗτινος ἐν πᾶσι μιμητὰς ὑμᾶς γενέσθαι ἐπιθυμοῦμεν, ἵνα κοινὸν μετ' αὐτοῦ τὸν στέφανον τῆς πίστεως λαμβάνειν δυνηθείητε.



© 2009 - 2020 Monumenta Informatik