6 | Τῷ ἐνδοξοτάτῳ καὶ φιλανθρωποτάτῳ Θεοδοσίῳ Αὐγούστῳ, Λέων ἐπίσκοπος. |
7 | Ὅσοι τῶν ἀνθρωπίνων πραγμάτων κατά δύναμιν προνοεῖν καταξιοῖ τῆς ὑμετέρας φιλανθρωπίας ἡ φροντὶς, πνεύματι Θεοῦ κινηθεῖσα, εὖ ἂν ἔχοι, μὴ βουλομένη περὶ τὴν καθολικὴν Ἐκκλησίαν διαφορὰν, ἀλλ' εἰρήνην τυγχάνειν. |
8 | Καίπερ ἡ πίστις μία οὖσα, ἑαυτῆς οὐκ ὀφείλει τυγχάνειν ἀνομοία. |
9 | Ὅθεν, εἰ καὶ Εὐτυχὴς, ὡς αἱ τῶν ἐπισκοπικῶν ὑπομνημάτων τάξεις ἐφανέρωσαν, ἀπείρως καὶ ἀσυνέτως πεπλανῆσθαι ἀποδέδεικται, καὶ ὤφειλεν ἀπὸ τῆς ἰδίας συνειδήσεως τῆς ἀξίως ἀποδοκιμαζομένης ἀναλαβεῖν· ὅμως, sb;επείπερ ἡ ὑμετέρα εὐσέβεια, ἡ εἰς τιμὴν τοῦ Θεοῦ τὴν εὐλαβεστάτην καθολικὴν ἀλήθειαν ἀγαπῶσα, τετύπωσε συνοδικὸν κριτήριον, ὥστε τῷ ἀπείρῳ γέροντι τὴν ἀλήθειαν, περὶ ἣν μάλιστα διέσφαλται, φανεροποιηθῆναι, τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους, Ἰούλιον τὸν ἐπίσκοπον, καὶ Ῥενάτον τὸν πρεσβύτερον, καὶ τὸν ἐμὸν υἱὸν διάκονον Ἱλάρον πέπομφα, τοὺς εἰς τόπον ἐμὸν κατὰ τὴν τοῦ πράγματος ποιότητα δυναμένους ἀρκεῖν, καὶ ἰσχύοντας αὐτὸν εἰς τὴν τοῦ δικαίου καὶ ἀγαθοῦ μεταγαγεῖν διάθεσιν· ἵν' ὅτι περ ἀμφιβάλλεσθαι οὐ δύναται, ὁποῖόν τι τυγχάνει τῆς τῶν χριστιανῶν ὁμολογίας τὸ ἀκέραιον, καὶ πάσης τῆς πλάνης τὸ φαῦλον καταδικασθείη, καὶ, εἰ ἀνανήψειεν, ὃς πεπλάνηται, ὑπὲρ συγγνώμης παρακαλέσων, τὴν τῶν ἐπισκόπων αὐτῷ βοήθειαν ἐπικουρῆσαι. |
10 | Ἐπείπερ ἐν τῷ ἑαυτοῦ λιβέλλῳ τῷ πρὸς ἡμᾶς ἀποσταλέντι καὶ τοῦτο ἑαυτῶ πρὸς τὸ ἀξιωθῆναι συγγνώμης ἐφύλαξεν, ἐπαγγελλόμενος ἑαυτὸν διορθοῦν, εἴ τι δ' ἂν ἡ ἡμετέρα γνώμη περὶ τούτων, περὶ ὧν κακῶς ᾔσθετο, ἀποδοκιμάσειεν. |
11 | Τί δὲ ἡ καθολικὴ Ἐκκλησία καθόλου περὶ τοῦ θείου μυστηρίου τῆς Δεσποτικῆς σαρκώσεως πιστεύει, καὶ διδάσκει, τῷ ἀδελφῷ ἡμῶν, καὶ συνεπισκόπῳ Φλαυιανῷ, σαφέστερον τὰ ἀπεσταλμένα γράμματα περιέχει. |
| EPISTOLA XXX. AD PULCHERIAM AUGUSTAM. |