3 | Τῇ ἐνδοξοτάτῇ ταὶ φιλανθρωποτάτῃ θυγατρὶ Πουλχερίᾳ ἀεί Αὐγούστᾳ, Λέων ἐπίσκοπος καὶ ἡ ἁγια σύνοδος ἡ ἐν Ρώμῃ συναχθεῖσα. |
4 | Εἰ ἐπιστολαὶ αἱ περὶ τῆς πίστεως πρὸς τὴν ὑμετέραν εὐσέβειαν διὰ των κληρικῶν ἀποσταλεῖσαι, ἦσαν ἀποδοθεῖσαι, δῆλον ἦν βοήθειαν καὶ θεραπείαν ὑμᾶς τούτοις τοῖς πράγμασι τοῖς κατὰ τῆς πίστεως γινομένοις συμπνέοντος ὑμῖν τοῦ Θεοῦ δύνασθαι παρασχεῖν. |
5 | Πότε γὰρ τοῖς ἱερεῦσι, ἢ πότε τοῖς [Forte τῆς] τῶν Χριστιανῶν θρησκείας ἢ τῆς πίστεως κατὸπιν γένεσθε; ἀλλ' ἐπείπερ πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν οὐκ ἠδυνήθησαν παραγενέσθαι οἱ ἀποσταλέντες, ὡς μόλις πρὸς ἡμᾶς ἕνα τούτων διάκονον ὀνόματι Ἱλαρίον φεύγοντα ὑποστρέψαι, ἐπαναλαμβάνειν ἐπιστεύσαμεν τὰ γράμματα. |
6 | Καὶ ὥστε τὰς ἡμετέρας δεησεις τυγχάνειν ἰσχυρὰς, αὐτῶν τῶν γεγραμμένων πρὸς τὴν ὑμετέραν φιλανθρωπίαν ὑπετάξαμεν τάδε τῇ ἀντιγραφῇ [Forte τῇδε τὰ ἀντίγραφα], μείζοσιν ὑμᾶς διαμαρτυρίαις παρακαλοῦντες, ἵν' ὅσῳ χαλεπώτερα γέγονεν. |
7 | οἷς ὑπὲρ τῆς Ῥωμαϊκῆς πίστεως προσῆκόν ἐστι ἀντιμαχήσασθαι, τοσοῦτον μείζονι δόξηῆ καθυπερέχετε, φροντίσητε τῆς θρησκείας [F. leg. μείζονι δόξῃ φροντίς τῆς θρησκείας ᾗ κατυπερ.], πρὸς τὸ τῆς καθολικῆς πίστεως ἀκέραιον μὴ ἀπὸ τινὸς ἀφορμῆς καὶ πιλονεικίας ἀνθρωπίνης παρατιτρώσκεσθαι. |
8 | Ἡ γὰρ ἐν Ἐφέσῳ συνελθοῦσα σύνοδος, πιστευομένη τῇ τῆς εἰρήνης θεραπείᾳ καταπραΰνεσθαι, οὐ μόνον ταύτην [Forte αὐτή] εἰς μείζονα τῆς εἰρήνην, ζημίαι. |
9 | ἀλλ' ὅπερ ἐστὶ λύπης καὶ ἀγανακτήσεως ἄξιον, καὶ αὐτῆς τῆς πίστεως πρὸς ὅλεθρον καὶ ἀνατροπὴν τοῖς Χριστιανοῖς προεχώρησε. |
10 | Καὶ οὗτοι μὲν οἱ ἀποσταλέντες. |
11 | ὧν εἶς τὴν βίαν τοῦ ἐπισκόπου Ἀλεξανδρέων ἑαυτῷ πάντα ἐνδικοῦντος ἐκφυγὼν, τῶν πεπραγμένων πραγμάτων ἡμῖν τὴν τάξιν μετὰ πίστεως ἀπήγγειλεν, ἀντέστησαν ἐν τῇ συνόδῳ καὶ ὡς ἔχρην, ἑνὸς ἀνθρώπου, οὐ τῇ κρίσει μᾶλλον, ἀλλὰ τῇ μανίᾳ, διαμαρτυρούμενοι ἅπερ κατὰ βίαν καὶ φόβον ἐπράττετο, τοῖς τῆς ἐκκλησίας δικαίοις, καὶ αὐτῷ τῷ συμβόλῳ τῷ (ἀπὸ) τῶν ἀποστόλων εἰσηγηθέντι, πρόκριμα φέρειν οὐ μὴ δύνασθαι· καὶ οὔτε ἑαυτοὺς ἀπὸ ταύτης τῆς πίστεως, ἣν πλήρη ἐκτεθεῖσαν καὶ διατυπωθεῖσαν, ἐκ τοῦ θρόνου τοῦ μακαριωτάτου ἀποστόλου Πέτρου εἰς τὴν ἁγίαν σύνοδον (ἤνεγκαν) εἰρηκότας ἀφίστασθαι κατὰ ἀδικίαν τινὸς. |
12 | Ἧς πίστεως ἡ ἀνάγνωσις, παρακαλούντων τῶν ἐπισκόπων, οὐ προσεδέχθη· ὥστε τῆς αὐτῆς ἀποκινηθείσης πίστεως, ἥτις τοὺς πατριάρχας (καὶ προφήτας) καὶ ἀποστόλους καὶ μάρτυρας ἐστεφάνωσε, τὴν γέννησιν τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα, καὶ τὸν ἀληθῆ θάνατον, καὶ τῆς ἀναγεννήσεως αὐτοῦ τὴν ὁμολογίαν, ὅπερ φρικτόν ἐστι καὶ λέγειν, διαλυθῆναι ἐπιφανεστάτη καὶ φιλανθρωποτάτη δέσποινα θυγάτηρ Αὐγούστα, ἐγράψαμεν περὶ τούτου τοῦ πράγματος, ὡς ἠδυνήθημεν πρὸς τὸν ἐνδοξότατον βασιλέα, καὶ, ὅπερ ἐστὶ (μέγιστον), Χριστιανόν· ἧς ἐπιστολῆς τὸ ἀντίτυπον ὑπετάξαμεν· ὡς τὴν πίστιν, δι' ἧς ἀναγεννηθεὶς διὰ τῆς τοῦ θεοῦ χάριτος βασιλεύει, μηδαμῶς συγχωρῆσαι καινισμῷ τινι διαφθείρεσθαι· ἐπείπερ Φλαβιανὸς ὁ ἐπίσκοπος ἐν τῇ ἡρετέρᾳ πάντων κοινωνίᾳ μεμένηκε· καὶ τοῦτο ὅπερ γέγονεν ἄνευ δικαίου καὶ παρὰ τὴν ἐπιστήμην πάντων τῶν κανόνων, μηδενὶ βέβαιον εἶναι λόγῳ ἐπιτραπῇ· καὶ ἐν εἴδει, τῆς διχονοίας τὸ σκάνδαλον οὐκ ἀφείλατο ἡ τῆς Ἐφέσου σύνοδος, ἀλλὰ μᾶλλον ηὔξησε· συνόδου γενομένης ἐν Ἰταλίᾳ καὶ ὁ τόπος καὶ ὁ χρόνος ὁρισθήσηται, πάντων τῶν μέμψεων καὶ τῶν προκριμάτων ἑκατέρου μέρους ἀναρτηθέντων, ἵνα ἐπιμελέστερον πάντα ποιήσαντα τὴν πρόσκρουσιν ἀναψηλαφηθείη, καὶ χωρὶς τοῦ τραύματος (τῆς πίστεως) καὶ ὕβρεως τῆς θρησκείας εἰς εἰρήνην τοῦ θεοῦ ἐπανέλθειεν, οἱ διὰ τὴν δυναστείαν ὑπογράψαι καταναγκασθέντες ἱερεῖς, καὶ ἡ πλάνη μόνον ἀφαιρεθείη. |
13 | Ὅπερ ἵνα κρατήσειε, τῆς δεδοκιμασμένης ἡμῖν πίστεως ἡ εὐσέβεια (σὴ), ἡ τοῖς καμάτοις ἀεὶ τῆς Ἐκκλησίας συνελθοῦσα, τὴν ἡμετέραν ἱκετείαν, τῷ φιλανθρωποτάτῳ βασιλεῖ, ἰδικῶς ὡς ἀπὸ τοῦ μακαριωτάτου Πέτρου τοῦ ἀποστόλοῦ τῆς πρεσβείας ἐπιτραπείσης, καταξιωσάτω διασαφῆσαι· ὥστε πρὶν τὸν πολεμικὸν τοῦτον καὶ ὀλέθριον πόλεμον εἰς τὴν ἐκκλησίαν κρατῆσαι, τοῦ ἀνανεῶσαι τὴν ἀφθονίαν τῆς ἑνότητος, τοῦ Θεοῦ βοηθοῦντος συγχωρήσει· γινώσκων δυνάμεσι τῆ ςαὐτοῦ βασιλείας συνοίσειν, τὸ τῇ καθολικῇ ἐλευθερία διὰ τῆς αὐτοῦ φιλαγάθου διατυπώσεως συνεισφερόμενον. |
| EPISTOLA XLVI. HILARI ROMANAE ECCLESIAE TUNC DIACONI, POSTEA EPISCOPI, AD PULCHERIAM AUGUSTAM. |