monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 9, 71
Εἰς οὐδὲν δὲ τὴν αὐτοῦ παραίνεσιν ταύτης λογισαμένης, παρακαλεῖν αὐτὴν ἤρξατο, ὅπως ἐκ τοῦ ὁῤῥέου ἐξέλθῃ, ᾧ σῖτος ὀλίγος ἐναπομείνας ἦν. Ταύτης δὲ ἐξελθούσης, τοῦ Θεοῦ παῖς ἑαυτὸν εἰς εὐχὴν ἐν αὐτῷ τῷ τόπω ὑπέστρωσεν, καὶ μετ᾽ ὀλίγον ἐξελθὼν τὴν ἑαυτοῦ μητέρα εἰς τὸ ὃῤῥεον εἰσήγαγεν, ὅπερ παραχρῆμα γέμον σίτου εὑρέθη ὑπερεκπερισσοῦ τοῦ πρώην, οὗπερ μήτηρ αὐτοῦ σωρεύσασα ἦν, χαίρουσα εἰς τὴν τοῦ παντὸς ἐνιαυτοῦ διοίκησιν· τοῦτο δὲ τὸ θαῦμα θεασαμένη, κατανυγεῖσα ἤρξατο λέγειν αὐτῷ διαδοῦναι ὅπου βούλεται, ἡνίκα οὕτω συντόμως δύναται λαβεῖν, ὅπερ παρὰ τοῦ Θεοῦ αἰτεῖται.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below