monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 9, 49
Ἐν αὐτῷ δὲ τῷ τόπω ἀνήρ τις εὐγενέστατος κατῴκει, Φορτουνᾶτας τοὔνομα· ὅστις τῷ σεβασμίω τούτω ἀνδρὶ πολλὴν ἱκεσίαν προσήγαγεν, ἵνα τὴν λειτουργίαν ἐπιτελοῦντος αὐτοῦ τῆς τοῦ μακαρίου μάρτυρος ἑορτῆς, εὐλογίαν ἐν τῷ οἴκω αὐτοῦ ἐπικλίνη δοῦναι· δὲ τοῦ Θεοῦ ἄνθρωπος τοῦτο οὐ παρῃτήσατο, διὰ τὸ μετὰ πίστεως καὶ εἰλικρινοῦς ἀγάπης τὸν Φορτουνᾶτον τοῦτο αἰτήσασθαι· τῆς δὲ ἁγίας τοῦ Θεοῦ λειτουργίας τελεσθείσης ἐν τῇ τοῦ μάρτυρος ἑορτῇ, ἐν ὅσω εἰς τὴν τοῦ προλεχθέντος Φορτουνάτου τράπεζαν ἦλθε, πρὶν αὐτὸν τὴν ὡρισμένην εὐχὴν ἐν τῇ τραπέζῃ τῷ Θεῷ προσενέγκαι, ὡς ἔθος τισὶ τῶν προσαιτούντων ὑπάρχει μετὰ παιγνιδίου ζητεῖν τροφὴν, παρευθὺ ἔμπροσθεν τῆς θύρας ἀνήρ τις μετὰ σίστρων παρέστη, καὶ τὰ κύμβαλα ἔκρουσεν.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below