monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 9, 45
ΓΡΗΓ. λυτρωτὴς ἡμῶν Θεὸς, διὰ τοῦ θνητοῦ σώματος, ἕκαστον ὅπερ εἰργάσατο, ἡμῖν ὑπόδειγμα πράξεως παρέσχετο· ἵνα καὶ ἡμεῖς δυνάμεις σημείων ἐργαζόμενοι, τρόπω τοιούτω τοῖς ἴχνεσιν αὐτοῦ ἐπακολουθοῦντες, ἀπροσκόπτω ποδὶ ἐν τοῖς τῆς παρούσης ζωῆς ἔργοις ὁδεύσωμεν, θαυμασίως νομοθετήσας, καὶ ἡσυχάζειν κελεύσας, καὶ μᾶλλον σιωπηθῆναι οὐκ ἠδυνήθη· ὥστε λοιπὸν καὶ τοὺς ἐκλεκτοὺς τοὺς τῷ ὑποδείγματι τῆς αὐτοῦ διδασκαλίας ἀκολουθοῦντας, ἐν οἷς ἐργάζονται μεγίστοις θαύμασι, κρυβῆναι μὲν ταῦτα, πρόθεσιν ἔχειν, ἀλλ᾽ ἵνα καὶ ἕτεροι ὠφεληθῶσι, φανερὰ καθίστανται· τοῦτο δὲ καὶ ταπεινοφροσύνη μεγίστη ὑπάρχει, ὄτι τὰ ἔργα αὐτῶν κρυβῆναι θέλουσι, καὶ ὠφέλειαν μείζονα ἐν τῷ ταῦτα σιωπηθῆναι μὴ δύνασθαι.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below