monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 4, 97
Οἱ δὲ Λογγοβάρδοι θυμωθέντες, καὶ ἐν τῷ εὐκτηρίω εἰσελθόντες, ἤρξαντο τοὺς μοναχοὺς ἔξω σύρειν, ὅπως αὐτοὺς, εἴτε διὰ βασάνων μαστιγώσωσιν, εἴτε ξίφει θανατώσωσιν. Εἷς δὲ ἐξ αὐτῶν στενάξας, καὶ ἐκ μεγίστου πόνου κινηθεὶς, ἔκραξεν· Αἶ, ἅγιε Ἐκύτιε, ἀρέσκει σοι ὅτι συρόμεθα, καὶ οὐκ ἐκδικεῖν ἡμᾶς; Παρευθὺ δὲ σὺν τῷ λόγω αὐτοῦ, πνεῦμα ἀκάθαρτον εἰς τοὺς θηριώδεις Λογγοβάρδους εἰσῆλθε· καὶ εἰς τὴν γῆν καταπεσόντες ἐπὶ τοσοῦτον ἐδαιμονίσθησαν, ἕως οὗ πάντες οἱ ἔξω ὄντες Λογγοβάρδοι τοῦτο μεμαθήκασιν, ὥστε τοῦ λοιποῦ τῷ ἱερῷ τόπω ἐκείνω οὐδαμῶς ἐπιβῆναι ἐτόλμησαν.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below