monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 4, 87
Ὅσοι δὲ διὰ τῆς ὑψηλοφροσύνης ἑαυτοὺς ἐνώπιον τῶν πλησίων δικαιοῦσιν, καὶ διὰ τῆς κενοδοξίας φυσιοῦνται, ἀπεναντίας τῶν τοῦ Θεοῦ ὀφθαλμῶν κεῖνται. Ὅθεν αὐτοὺς καὶ τῆς διδασκαλίας λόγος διελέγχων, λέγει· Ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων· Θεὸς δὲ γινώσκει τὰς καρδίας ὑμῶν, τὸ γὰρ ὑψηλὸν ἐν ἀνθρώποις, βδέλυγμα παρὰ Θεῷ ὑπάρχει.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below