monumenta.ch

Gregorius Magnus Gregorius Magnus, Dialogi, 1, 4, 85
Παρευθὺς δὲ ἀναστὰς, καὶ ἑαυτὸν ταῖς τοῦ ἁγίου ἀνδρὸς εὐχαῖς παραθέμενος, πρὸς αὐτὸν ἔφη· Παρακαλεῖ πατὴρ ἡμῶν πατριάρχης τοῦ μὴ κοπηθῆναι ὑμᾶς. Τοῦτο δὲ τοῦ Θεοῦ ἄνθρωπος ἀκούσας, πάνυ λυπηθεὶς, εἶπεν· Οὐχὶ τῇ χθὲς ἡμέρᾳ εἶπόν σοι, ὅτι ἐὰν μὴ εὐθέως πορευθῶμεν, οὐδαμῶς λοιπὸν ἡμῖν ἀπελθεῖν ἀποβήσεται; Τότε οὖν διὰ τὸ ποιῆσαι ἀγάπην, τὸν αὐτὸν δεφένσορα ὀλίγον παρακρατήσας, καὶ ὑπὲρ τοῦ κόπου αὐτοῦ μισθόν τινα, καίτοι μὴ θέλοντος αὐτοῦ παρασχὼν, ἀπέστειλε.

E-Mail Address (Optional)


SPAM Barrier
Please enter the following three letters into the field below